βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τοῦτο πάντων ἐκείνων μὲν προειδὼς τὴν μετα μέλειαν, οὕτως τὰ κατ' αὐτοὺς ᾠκονόμησεν, τούτων δὲ προβλέπων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ καταλύει τῆς κακουργίας καὶ σκληροκαρδίας καὶ δυστροπίας τὴν αὔξησιν. ̣4 ̣ Ὅπερ οὖν καὶ ἐν ταῖς ἀποστολικαῖς ∆ιατάξεσιν ὑπεμφαίνων ὁ θεῖος λόγος, οὕτω πώς φησιν· "Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνων πειράζει τὸν Θεὸν, ὡς μὴ ἐπεξιόντα τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει· κἂν λέγῃ παρ' ἑαυτῷ· Ὅσιά μοι γένοντο, ὅτι πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς πονηρᾶς μου καρδίας (καὶ τότε μετανοήσω)· τοιοῦτος γὰρ ἐγένετο Ἀμὼς, ὁ τοῦ Μανασσῆ υἱός· φησὶ γὰρ ἡ Γραφή· "Καὶ παρελογίσατο Ἀμὼς (ὁ τοῦ Μανασσῆ υἱὸς) λογισμὸν παραβάσεως καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρενόμησε καὶ ἐν γήρει μετενόησεν καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον. Καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἐξωλό θρευσεν αὐτὸν ἐν 172 τάχει"- ̣5 ̣ ∆ιὸ δὴ λοι πὸν ὄντως ἀληθῶς εἰπεῖν· "Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." "Τίς γὰρ, φησὶν ὁ προφήτης, σκληρὸς γενόμενος, ἐναντίον Κυρίου ὑπέμεινεν;" Ὅθεν ἐκβοᾷ ∆αυῒδ σαφέστατα λέγων. "Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα 110.293 πικρασμῷ," ὅπερ εὐλόγως ἑρμηνεύων ὁ Ἀπόστολός φησιν· "Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἕν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν μέχρις ἂν τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας"
ΞΒʹ. Βασιλεία Ἰωσίου. Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας, υἱὸς αὐτοῦ, ἐτῶν ὑπάρχων ὀκτὼ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη λαʹ. ̣2 ̣ Ὁ γὰρ Νεχαὼ, βασιλεὺς Αἰγύπτου, κατὰ τῶν Ἀσσυρίων στρατεύσας, ἐπικουρῆσαι τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν, ὅθεν φησὶν Ἔσδρας· "Καὶ εἶπεν ̣44a βασιλεὺς Αἰγύ πτου πρὸς Ἰωσίαν· Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι τοῦ ποιῆσαι πόλεμον, ἀλλ' ἐπὶ τοῦ Εὐφράτου. Καὶ νῦν Κύριος μετ' ἐμοῦ ἐστιν. Ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἀπ' αὐτοῦ Ἰωσίας, ἀλλὰ (πολεμεῖν αὐτὸν ἐπεχείρησεν, οὐ προσέχων ῥήματι Ἱερεμίου τοῦ προφήτου λαλοῦντος ἐκ στόμα τος Κυρίου· καὶ) συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ παρὰ γνώμην Θεοῦ, καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ· "Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα." Καὶ εὐθέως ἀποστρέ ψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν βίον κα ταλλάξαντος, ἐγένετο πένθος 173 μέγα κατὰ πᾶ σαν τὴν Ἰουδαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησεν ὑπὲρ Ἰωσίου." ̣3 ̣ Ὃς καὶ δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλέας γέγονεν. Καὶ τοῦ νόμου Κυρίου ἀναγινωσκομένου ἀκριβῶς, ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι καταπατούμενον "τὰ ἱμάτια διαῤῥήξας" καὶ ἔμφοβος γενόμενος, ἀπέστειλε "πρὸς Ὄλδαν τὴν προφῆτιν" πυνθανόμενος, τί βούλεται Κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. Ἡ δέ φησι· "Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον." Ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ παν ταχοῦ εἴδωλά τε καὶ σεβάσματα συνέτριψεν ἐκ βά θρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας, τοὺς μὲν ἔτι ζῶντας, ἐξωλόθρευσεν, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσεν. Καὶ ἐπάρας τοὺς ὀφθαλ μοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἶπε· "Τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω;" Καί φασιν οἱ ἄνδρες τῆς πόλεως· Ὁ ἄνθρωπος τοῦ Θεοῦ ἐστιν ὁ προφητεύσας τοὺς λόγους τούτους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ." Καὶ εἶπεν· "Ἄφετε αὐτὸν, 110.296 μηδεὶς κινήσει αὐτοῦ τὰ ἀστᾶ." Καὶ μέντοι καὶ τοὺς