81
λόγος, ἐφ' οὗ ἡ Ἐκκλησία Θεοῦ ᾠκοδόμηται. Ἐπεὶ οὖν ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ τῆς Ἐκκλησίας ὑψώθη, εὐφραίνεσθε οἱ ἐν αὐτοὶ μέσον ἔχοντες αὐτόν· κατὰ τὸ, "Ὅπου δύο καὶ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν." Ὑψώθη τοίνυν ἐν μέσῳ αὐτῆς, εἰ καὶ γέγονεν ἄνθρωπος, λαβὼν δούλου μορφὴν, Θεὸς ἀληθινὸς ἐκ τῶν ἀποτελεσμάτων τοῖς ἀγνοοῦσιν ἀναδειχθείς. Ὀνόματι δὲ Ἰσραὴλ καὶ Σιὼν, εἰς εὐθυμίαν ἄγει τοὺς ἐκ περιτομῆς, διὰ τοῦ νομίζειν εἰρῆσθαι περὶ αὐτῶν, ὡς ἂν τὴν παροῦσαν περιέποιεν βύβλον, οἷα δὴ τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσα. ΚΕΦΑΛ. ΙΓʹ. αιαʹ. 9Ὅρασις κατὰ Βαβυλῶνος, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμώς. Ἐπ' ὄρους πεδινοῦ ἄρατεσημεῖον. Ὑψώσατε τὴν φωνὴν αὐτοῖς. Μὴ φοβεῖσθε. Παρακαλεῖτε τῇ χειρὶ, ἀνοίξατε, οἱ ἄρχοντες. Ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς. Ἡγια 2068 σμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτούς. Γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου, χαίροντες ἅμα καὶ ὑβρίζοντες. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων, ὁμοία ἐθνῶν πολλῶν9, κ.τ.λ. Ἑτέρας ὑποθέσεως ἄρχεται, μετὰ τὰ περὶ Χριστοῦ θεσπισθέντα, κατ' ἐθνῶν ἀλλοφύλων ἐννέα τὰς ὁράσεις ἰδὼν, ἀπὸ Βαβυλῶνος ἀρξάμενος. Αἷς καὶ τὴν φάραγγα Σιὼν περιείληφεν, τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαλέσας, τούτων δὲ τῶν ἐθνῶν ἐποιήσατο μνήμην, ἃ καὶ μόνα τοῖς Ἰουδαίοις συνεχῶς ἐπετίθετο. ∆ιὸ παραμυθεῖται τοὺς πεπονθότας κακῶς, εὐαγγελιζόμενος τῶν κακῶς αὐτοῖς χρησαμένων τὴν τιμωρίαν, καὶ τὴν ἐκ τῆς αἰχμαλωσίας ἀνάκλησιν, ὡς ἂν εἰς ἔργον τῆς προφητείας ἐλθούσης, βέβαιοι γένοιντο περὶ τὸν Θεὸν, τὸν καὶ δίκην ἐπάγοντα, καὶ πρὶν γενέσθαι μηνύοντα. Τὰ δὲ τῆς θεογνωσίας χρηστὰ, οὐκ Ἰουδαίοις μόνοις, ἀλλὰ τοῖς ἔθνεσι πᾶσιν εὐαγγελίζεται. Ἐν ἀρχῇ δὲ τῆς ὅλης βίβλου, περὶ τῆς Ἱερουσαλὴμ τῆς προφητείας ἀρξάμενος, καὶ τῶν ἐθνῶν τὴν ἀρχὴν ἀπὸ Βαβυλωνίων νῦν ποιησάμενος, εἰς Ἱερουσαλὴμ πάλιν κατήντησεν. Οὕτως οὐδεμία προσωποληψία παρὰ Θεῷ ἀπὸ τῶν οἰκείων ἀρξαμένῳ καὶ λήξαντι. Ἦρξαν δὲ τῆς οἰκουμένης Ἀσσύριοι ἐπὶ ἔτη χίλια τριακόσια, μέχρι πολιορκήσαντες Ἱερουσαλὴμ ἀπάνθρωποι περὶ τοὺς ἁλόντας ἐγένοντο, μὴ δόντες δόξαν τῷ παραδεδωκότι Θεῷ· τὰ ἱερὰ δὲ σκεύη τοῖς εἰδώλοις ἀσεβῶς ἀναθέντες. Ὅρασις δὲ προφητικὴ, καὶ διὰ νοῦ, καὶ τῶν ἔνδον ὀφθαλμῶν παραγίνεται, ὡς παρόντα βλεπόντων τὰ μέλλοντα Θεοῦ τὸν νοῦν καταλάμποντος, οὐκ ἔκστασιν ὑπομενόντων, ὡς ἐπὶ τῆς δαιμονικῆς ἐνεργείας. Ἐκεῖνοι γὰρ οὐχ ὁρῶσι τὰς ἐγγιγνομένας αὐτοῖς φαντασίας, ἀλλὰ παρορῶσιν, ὥσπερ οἱ δαιμονῶντες, ὄρη καὶ ποταμοὺς, ἄνδρας τε καὶ θηρία μὴ παρόντα θεώμενοι, ὧν οὐδὲν ὅρασίς ἐστιν, ἀλλὰ παραφορὰ τοῦ νοῦ τὴν ἰδίαν ἐνέργειαν ἀπολέσαντος. Θεὸς δέ φησιν· "Ἐγὼ ὁράσεις ἐπλήθυνα." Ὅρασινδὲ χαριζόμενος, οὐ τυφλοῖ τὸν νοῦν, ὃν αὐτὸς κατεσκεύασεν· φωτίζων δὲ, ποιεῖ διαυγέστερον τῇ παρουσίᾳ τοῦ πνεύματος. ∆ιόπερ ὁρῶντας τοὺς προφήτας ὠνόμαζον, ὡς ἂν ἐπιταθείσης αὐτοῖς κατὰ νοῦν τῆς ὁράσεως. Τίς οὖν ἐποίησε βλέποντα καὶ τυφλόν; Τὸν μὲν, ὄντα προφήτην, τὸν δὲ, διὰ κακίαν πρὸς τὸ μέλλον τυφλώττοντα; ὀφθαλμοὶ γὰρ βέβηλοι τὰ τῶν μακαρίων οὐχ ὁρῶσι θεάματα. ∆ιό φησιν· "Εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται." Τῷ δὲ προφήτῃ τοὔνομα πρόσκειται τοῦ Πατρὸς, τοῦ λόγου δεικνύντος, ὡς καὶ προφητείας αὐτῷ διδάσκαλος γέγονεν, ἁγίας αὐτοῦ φροντίσας ἀνατροφῆς καὶ παιδεύσεως. Τίς οὖν ἡ Βαβυλὼν, καθ' ἧς ἡ ὅρασις γέγονεν, κατὰ μὲν τὴν ἱστορίαν, τόπος ἔνθα συνεχύθησαν τῶν πυργοποιούντων αἱ γλῶτται. Σύγχυσις γὰρ ἑρμηνεύεται τοὔνομα. Κατὰ δὲ τὸ νοητὸν, συγκεχυμένον ἐστὶ νοῦς ὑπὸ τῶν ἰδίων κακῶν θεομαχῶν 2069 ἀεὶ, καὶ πλάττων ἀλλότρια δόγματα, καὶ τὸ δοκεῖν αὐτοῖς συνυψούμενος. Φησὶ δ' οὖν τοῖς Βαβυλωνίοις ὁ προφήτης ἐπιπηδῶν, Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον. Ἐπεὶ γὰρ ἀμέτρως ἐχρήσαντο τοῖς ἐξ Ἰσραὴλ, εἰ καὶ δι' εἰδωλολατρείαν αὐτοῖς παρεδόθησαν, ἀγανακτεῖ Θεὸς εἰκότως, καὶ διὰ Ζαχαρίου φησίν· "Ἐζήλωκα τὴν Ἱερουσαλὴμ καὶ