De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀπέρχεται ὁ πατρίκιος εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ περιβάλλεται ἀληθινὸν σαγίον, καὶ ἐξέρχεται ἀπὸ τῶν ἐκεῖσε, καὶ καββαλικεύει, καὶ ἀπέρχεται ἐν τῷ οἴκῳ αὐτοῦ, ὀψικευόμενος 2.60 ὑπὸ τῶν προειρημένων καὶ ὑπὸ τῶν δύο δήμων, καὶ λέγει ἕκαστος αὐτῶν τὸ ἴδιον ἀπελατικόν· ὁ δὲ σιλεντιάριος φορῶν σαγίον ῥοῆς, καὶ αὐτὸς καβαλλάριος, ὀψικεύει τὸν πατρίκιον, βαστάζων τὸν τούτου κωδίκελλον. Καὶ μετὰ τὸ σωθῆναι τὸν πατρίκιον εἰς τὸν οἶκον αὐτοῦ ὑποστρέφουσιν οἱ ὀψικεύοντες πάντες καὶ οἱ τῶν δύο μερῶν δῆμοι, συνεστιῶνται δὲ τῷ πατρικίῳ ἐν τῷ οἴκῳ αὐτοῦ τῇ αὐτῇ ἡμέρᾳ οἱ πραιπόσιτοι καὶ ἕτεροι πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ οἱ δύο δήμαρχοι καὶ ὁ σιλεντιάριος, οἱ δὲ πραιπόσιτοι λαμβάνουσιν ἀνὰ ἱματίων ἐρραμμένων ἀπὸ τριβλαττίων ὀρνεμένων βʹ, καὶ οἱ δήμαρχοι ἀβδία.
2.61 ΝΗʹ (ΜΘʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προβολῇ ἀνθυπάτων. Καθέζεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου ἐστεμμένος, φορῶν τὴν χλανίδα αὐτοῦ, καὶ ἵστανται οἱ τοῦ κουβουκλείου ἄρχοντες ἐν τῇ τάξει αὐτῶν· οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβικουλάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως κύκλοθεν τοῦ ἡμικυκλίου· οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι ἵστανται πλησίον τοῦ σένζου, φοροῦντες τὰ σαβάνια αὐτῶν, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν. Καὶ λαβὼν θυμιατὸν ὁ παπίας, θυμιᾷ ὁμοίως, ὡς ἐπὶ προβολῇ πατρικίων, καὶ ὑποχωρεῖ. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, εἰσέρχεται καὶ ἵσταται μέσον ἀναμεταξὺ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ προσκυνήσας, ἐξέρχεται ἐν τῷ Τριπέτωνι μετὰ δύο ὀστιαρίων, καὶ ἐκτελεῖ πάντα, ὃν τρόπον ἀνωτέρω εἰρήκαμεν ἐν τῇ προβολῇ τῶν πατρικίων. Καὶ εἰσάγει βῆλον αʹ· μαγίστρους, καὶ ἐκτελοῦσιν πάντα, ὡς ἡ συνήθεια ἔχει. Ὁμοίως πάλιν ἐξελθὼν εἰσάγει βῆλον βʹ· πατρικίους καὶ στρατηγούς, καὶ ἁπλῶς τὰ λοιπὰ βῆλα, τούς τε δημάρχους καὶ τὸν τοποτηρητὴν τῶν σχολῶν. Καὶ εἰ μὴ εἰσῆλθεν ἐν τῇ δοχῇ ὁ μέλλων γενέσθαι ἀνθύπατος, προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πραιπόσιτον, λέγει τὸ ὄνομα τοῦ μέλλοντος προβληθῆναι, κἀκεῖνος λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος λαβὼν αὐτόν, ὡς ἐπὶ πατρικίου, ἵστησιν αὐτὸν ἔμπροσθεν τῶν ἀρχόντων τοῦ κουβουκλείου, 2.62 καὶ λαβὼν ὁ πραιπόσιτος πορφυροῦν τετράδιον ἐπιδίδωσι τῷ βασιλεῖ. Ὁ δὲ τῆς καταστάσεως μετὰ σιλεντιαρίου, ἐνέγκαντες αὐτὸν πλησίον τοῦ βασιλέως, ποιοῦσι προσκυνῆσαι καὶ φιλῆσαι τοὺς πόδας τοῦ βασιλέως, εἶθ' οὕτως τὰ γόνατα αὐτοῦ. Εἶτα λαβὼν τὸ πορφυροῦν τετράδιον παρὰ τοῦ βασιλέως, ἤγουν τὸ ἀνθυπατίκιν, φιλεῖ καὶ τὰς χεῖρας αὐτοῦ, καὶ εἶθ' οὕτως ἀπαγαγόντες αὐτὸν ὀπισθοφανῶς, ἵστασιν αὐτὸν μέσον· ἅπαντες δὲ οἱ ἐν τῇ δοχῇ εἰσελθόντες ἐκτελοῦσι τὴν προσκύνησιν, ὃν τρόπον ἀνωτέρω εἴρηται ἐν τῇ προβολῇ τῶν πατρικίων. Εἰ δὲ οὐκ εἰσῆλθεν ἐν τῇ δοχῇ ὁ μέλλων προβληθῆναι, ἀλλ' ἐναπέμεινεν ἔξω, ὡς μὴ ἐνδέχεσθαι τὴν ἀξίαν αὐτοῦ εἰσέρχεσθαι ἐν ταῖς δοχαῖς, ἢ κατὰ ὑστέρησιν ἐναπέμεινεν ἔξω, ἐξέρχεται ὁ πραιπόσιτος καὶ εἰσάγει αὐτόν, τελεῖται δὲ μέχρις ἂν καταλάβῃ τὸ ἀνθυπατίκιν παρὰ τοῦ βασιλέως, ὡς ἀνωτέρω ἐν τῇ καταστάσει τῶν πατρικίων ἐδηλώσαμεν. Τελέσαντες δὲ πάντες ἐν τῇ δοχῇ τὴν συνήθη προσκύνησιν καὶ εὐχαριστήσαντες, λαμβάνουσι τὸν προβληθέντα ἀνθύπατον ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίου, καὶ ἀπάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας τὸν βασιλέα ὑποστρέφει, καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· "Κελεύσατε."
2.63 ΝΘʹ (Νʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ζωστῆς πατρικίας. Ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς χλαμύδας, καὶ ἵστανται εἰς τὰς πύλας τοῦ Φάρου, βλέποντες ἐπὶ τὸν μέσον πυλῶνα, τὰ νῶτα ἔχοντες πρὸς ἀνατολήν, στέμματα δὲ οὐ φοροῦσιν οἱ δεσπόται. Καὶ ὅτε λάβῃ ὁ πραιπόσιτος τὸ νεῦμα παρὰ τῶν δεσποτῶν, εἰσάγει τοὺς πατρικίους καὶ μέρος τῶν ὑπάτων καὶ μέρος τῶν σιλεντιαρίων πρὸς τὴν χώρησιν τῆς ἐκκλησίας, καὶ ἵστανται κονσιστώριον εἰς τὴν ἐκκλησίαν οἱ εἰσελθόντες ἔνθεν κἀκεῖθεν. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν, ἐξέρχεται εἰς τὸν παρανάρθηκα, καὶ ἐπαίρει