βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐγγαστριμύθους, καὶ τοὺς ψευδοπροφήτας, καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῇρεν· "καὶ ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωυ σέως·" διὸ δὴ καὶ τὸ Πάσχα τοιοῦτον ἐποίησε οἷον οὐ γέγονεν ἀπὸ χρόνου Ἰησοῦ τοῦ Ναυῆ καὶ Σα μουήλ· ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ· "Καὶ κατωρθώθη, φησὶν, τὰ ἔργα Ἰωσίου ἐνώπιον Κυρίου ἐν καρδίᾳ πλήρει εὐσε βείας." "Καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ 174 καὶ οὐκ ἀνέστη ὅμοιος αὐτῷ, πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐ τοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδα ἐπὶ τοὺς παροργισμοὺς, οὒς παρώργισεν αὐτὸν Μανασσῆς. ̣4 ̣ Ἐπὶ τούτων τῶν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου, βασιλέως τῆς Θρᾴκης, ἐκτίσθη καὶ τῶν Μεγαρέων, καὶ Σίβυλλα ἡ Σάμιος ἐγνωρίζετο ̣44b.
ΞΓʹ. Βασιλεία Ἰωάχας. Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσε Ἰωάχαζ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ, βασιλέως Αἰγύπτου, ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν βασιλεύσας μῆνας γʹ. ̣2 ̣ Ἐφ' οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν Ἰώσηπος, ἐκ τοῦ περικρατῆσαι τὴν τοῦ Ἰούδα φυλὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλὴμ, οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις, ἡ καὶ Σιὼν, Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο, διὰ τὸ τὸν Ἰεβουσαὶ κατοικῆσαι τὸν τόπον ἐκεῖνον, ∆αυῒδ δὲ Ἰερουσαλὴμ προσηγόρευσε διὰ τοῦ συμβεβηκότος ὀνόματος τεχνασάμενος· ἐν ὄρει γάρ ἐστιν ὑψηλο τάτῳ κατοικοδομουμένη, ἐν ᾧ Κύριος ὤφθη τῷ ∆αυὶδ ἐν ἅλωνι Ἐρνὰ τοῦ Ἰεβουσαίου ἐν τῇ θραύσειτοῦ λαοῦ διὰ τὴν ἄλογον ἀπαρίθμησιν· καὶ τὸ μὲν ὄρος τῇ Ἑβραΐδι φωνῇ λεγέται Ἄρ, ἡ δὲ πόλις Σαλήμ. Ὁ οὖν ∆αυὶδ νέον τόπον εἰς βασίλειον κατασκευάζων, Ἀρσαλὴμ ὠνόμασε, ὅ ἐστιν ὄρος εἰρή νης, Ἱερουσαλὴμ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη διὰ τὴν καλλιφωνίαν. Ξ∆ʹ. Βασιλεία Ἰωακείμ. Μετὰ Ἰωάχαζ ἐβασίλευσε Ἰωακεὶμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐλθὼν Ναβουχοδο νόσωρ, ὁ διάδοχος Μαροδὰχ, καὶ 175 πολιορκήσας τὴν Ἰουδαίαν, ὑπόφορον αὐτὴν ἐποίησεν. ̣2 ̣ Ἀθετήσαντος δὲ τὴν φορολογίαν Ἰωακεὶμ, ἦλθε πάλιν εἰς Ἰερουσαλὴμ Ναβουχοδονόσωρ καὶ τοῦτον χειρω σάμενός τε, καὶ ἀνελὼν, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας, ἄταφον ἐπὶ πολὺν κατέλιπε χρό νον, βασιλεύσαντα ἔτη ιαʹ. ̣3 ̣ Περὶ οὗ φησιν Ἱερε μίας· "Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἄχαζ, βασιλέα Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ 110.297 κλαύσονται αὐτόν· οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφὲ, ἀλλὰ ταφὴν ὄνου ταφήσεται καὶ συμψηφισθεὶς ῥιφή σεται ἐπέκεινα τῆς πόλεως Ἱερουσαλήμ." ̣4 ̣ Τότε καὶ ∆ανιὴλ ἀπήχθη καὶ οἱ γʹ παῖδες, καὶ ἄλλοι τοῦ λαοῦ πλεῖστοι, καὶ μέρος τῶν σκευῶν Κυρίου, εἰς Βαβυλῶνα. ΞΕʹ. Βασιλεία Ἰεχονίου. Μετὰ Ἰωακεὶμ ἐβασίλευσε Ἰεχονίας, υἱὸς αὐτοῦ ὁ καὶ Ἰωακεὶμ, διὰ προστάγματος Ναβουχοδονόσωρ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ, ἦλθε Ναβουχο δονόσωρ εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν. "Πρὸς ὃν Ἰεχονίας ἐξελθὼν σὺν μητρὶ, καὶ τέκνοις, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, εἰσῆλθον οἱ μεγιστᾶνες Ναβουχοδονόσωρ εἰς τὴν πόλιν καὶ ἐξ ήνεγκαν τοὺς θησαυροὺς Κυρίου καὶ τοῦ βασιλέως, τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομὼν ἐν ναῷ Κυρίου. Τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴκισε Ἰεχονίαν εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα, καὶ τοὺς ἄρχοντας αὐτοῦ," βασιλεύσαντα μῆνας γʹ. ̣2 ̣ Περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν· "Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔτι χρεία αὐ τοῦ, ὅτι ἀπεῤῥίφη καὶ ἐξεῤῥίφη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει Κύριος. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου. Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου ∆αυῒδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ."
Ξςʹ. Βασιλεία Σεδεκίου. 176 Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας, πατράδελφος ̣45a αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ, ἦλθε πάλιν Ναβουχοδο νόσωρ εἰς