82
τὴν Σιὼν ζῆλον μέγαν, καὶ θυμῷ μεγάλῳ ὀργίζομαι ἐπὶ τὰ ἔθνη τὰ ἐπιτιθέμενα· ἀνθ' ὧν ἐγὼ μὲν ὠργίσθην ὀλίγα, αὐτοὶ δὲ συνεπέθεντο εἰς κακά." Καὶ πρός γε τὴν Βαβυλῶνά φησιν· "Ἐγὼ δέδωκα αὐτοὺς εἰς τὰς χεῖράς σου, σὺ δὲ οὐκ ἔδωκας αὐτοῖς ἔλεος." Ἀνθ' ὧν αὐτὴν παρέδωκε Κύρῳ τῷ Μήδων καὶ Περσῶν βασιλεῖ, πρὸς ὃν ἐν Ἡσαΐᾳ φησί· "Τάδε λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ πόλεις οὐ συγκλεισθήσονται. Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ. Θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συγκλάσω." ∆ιὸ νικήσας ἀνῆκεν τῆς αἰχμαλωσίας τὸν Ἰσραὴλ, καὶ τὸν νεὼν ἀνεδείματο. Τοιγαροῦν Ἱερεμίας περὶ τῆς ἁλώσεως Βαβυλῶνος εἰπὼν, καὶ ὡς ἀνέβη ἐπ' αὐτὴν ἔθνος ἀπὸ βοῤῥᾶ, τούτοις ἐπήνεγκε· "Τῷ καιρῷ ἐκείνῳ ἥξουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ υἱοὶ Ἰούδα ἐπὶ τὸ αὐτό. Βαδίζοντες καὶ κλαίοντες πορεύσονται τὸν Θεὸν αὐτῶν ζητοῦντες." Καὶ πάλιν, εἰπὼν, ὡς Ἐκδικῶ ἐπὶ τὸν βασιλέα Βαβυλῶνος, ἐπήνεγκε· Καὶ ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὴν νομὴν αὐτοῦ. Μήδοις οὖν καὶ Πέρσαις ὁ προφήτης ἐπιφωνεῖ, ὡς ἤδη Βαβυλῶνος κεκρατηκόσιν, αἴρειν ὑψοῦ τῆς νίκης τὸ σύμβολον, ἐμφανὲς ἐγείρασι τρόπαιον ἐπὶ τῇ κακοδαίμονι πόλει, περὶ ἧς αὐτός φησι· "Πῶς ἑάλω καὶ συνετρίβῃ ἡ σφῦρα πάσης τῆς γῆς; Τὴν ὠμότητα ταύτης καὶ πλεονεξίαν δηλῶν. ∆ιόπερ αὐτοῖς τὸ τελευταῖον οἱ ἐξ Ἰσραὴλ παρεδόθησαν ἐπιτείναντες τὴν ἀσέβειαν, πρώην ἔθνεσιν τοῖς ὁμόροις παραδιδόμενοι. Ὄρος δὲ πεδινὸν ἐκάλεσεν τὸ γεώλοφον. Ἐπὶ μετρίου γὰρ ὕψους ἡ τῶν τροπαίων ἐγίνετο στάσις. Πρὸς δὲ νοῦν, ἐπιδείκνυται πῶς ἡ δυναστεία τῶν τὴν σύγχυσιν ἐργαζομένων ἁλίσκεται, ἐπειδὰν ἐπ' ὄρος ἀνέλθωμεν μὴ ἀπόκρημνον, ἀλλ' ὥστε ὕψος μὲν ἔχειν διὰ τὸ ἀνάστημα, ἀσφάλειαν δὲ παρέχειν τοῖς ἐφισταμένοις διὰ τὴν ὑπτιότητα. Βούλεται γὰρ ἡμᾶς ἀμφότερα περὶ Θεοῦ νοεῖν ὑψηλά τε καὶ ἀσφαλῆ. Ὁ δὲ τὰ περὶ τοῦ σταυροῦ κηρύττων μεγαλοφώνως, οὕτως ἦρεν ἐπ' ὄρους τὸ σημεῖον, τὸν περὶ τοῦ πάθους λόγον μεγαλῦναι δυνάμενος, ἐξομαλισμῷ τε καὶ σαφηνείᾳ περὶ τῶν ἐπαγγελλομένων παραδιδούς· περὶ δὲ τῶν τοιούτων ἐπήνεγκεν· Ὑψώσατε τὴν φωνήν. Τοῦτ' ἔστιν, ἐξ ἑαυτῶν λάβετε τὸ ὕψος τῆς 2072 φωνῆς, τὰς ἐνυπαρχούσας ὑμῖν ἀφορμὰς ἐκ τῶν κοινῶν ἐννοιῶν πρὸς Θεοῦ δοξολογίαν ἀνακινήσαντες. Ὁ γὰρ κάτω βλέπων καὶ γήϊνος, ταπεινὴν ἔχει περὶ τοῦ Θεοῦ τὴν φωνὴν, οἰκῶν ὥσπερ ἐν φάραγγι. Πάθος γὰρ ἕκαστον, μεθ' οὗ τις κηρύττει, ταπεινὴν φωνὴν ἀπεργάζεται. Μὴ οὖν ὑπείκωμεν, μὴ φόβῳ, μὴ κέρδει, μὴ πειρασμοῖς, ὡς ἂν ἡμῶν ὑψηλὸν ὑπάρχῃ τὸ κήρυγμα. Κατὰ δὲ τὸ ῥητὸν, ἀλαλάζειν τοῖς Πέρσαις ἐπὶ τῇ Βαβυλῶνι παρακελεύεται, καὶ φωνὴν ἠχεῖν ἐπινίκιον. Τάχα δὲ καὶ θαῤῥεῖν πρὸς τὴν κατὰ τούτων μάχην παρακελεύεται. Τοῦτο γὰρ τὸ, μὴ φοβεῖσθαι δηλοῖ, Θεοῦ νικῶντος καὶ τὴν ἄμαχον δύναμιν. Εἶτα παρακαλεῖτε, φησὶ, τῇ χειρί. Νεύμασιν γὰρ ἐν πολέμῳ τὰ δοκοῦντα μᾶλλον σημαίνεται, μηδεμιᾶς πρὸς τὸν θόρυβον ἀρκούσης φωνῆς. Καὶ ἄλλως δὲ, ὁ τὴν παράκλησιν τοῖς θλιβομένοις δι' ἀγαθῶν ἔργων προσφέρων, τῇ μεταδοτικῇ χειρὶ τὴν πενίαν παρεμυθήσατο. ∆ιδοὺς γὰρ μᾶλλον παρακαλέσει, λόγῳ παραινῶν τὴν πενίαν γενναίως ὑφίστασθαι. Τὴν δὲ χεῖρα τοῖς τοιούτοις ἀνοίγειν προτρέπεται, ὃ δηλοῖ τὴν μετάδοσιν, κατὰ τὸ, "Ἀνοίξαντος δέ σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος." Ὃ δὴ ποιεῖν πρώτους ἐθέλει τοὺς ἄρχοντας, ὡς ἂν εἰς τύπον τοῖς ὑπὸ χεῖρα γενήσονται. ∆εῖ δὲ καὶ τὰ κεκλεισμένα τῆς Γραφῆς τοῖς ἀγνοοῦσιν ἀνοίγειν. Ὅπερ οὐκ ἐποίουν οἱ Γραμματεῖς, τὰς κλεῖς ἔχοντες τῆς βασιλείας. Ἄρχοντες γὰρ οἱ τοιοῦτοι τὰς κλεῖς τῆς γνώσεως ἔχοντες. Ἐντεῦθεν ὁ Παῦλός φησι· "Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι." Πρὸς δὲ ῥητὸν, ἢ τοῖς Βαβυλωνίοις, ὡς ἤδη κεκρατημένοις, τὰς πύλας ἀνοίγειν παρακελεύεται· ἢ δυνάμεσιν ἁγίαις συναιρομέναις τοῖς Πέρσαις. Τὸ γὰρ ἄμαχον ἐπιδεικνύμενος τῆς χειρὸς, ἐγὼ συντάσσω, φησὶ, καὶ ἐγὼ ἄγω αὐτούς· ἢ κατὰ θεωρίαν, φησὶν ὡς ἡμᾶς χρὴ τὰ πρὸς δύναμιν ἐνεργεῖν. Ὁ γὰρ ἄγων αὐτοὺς, Κύριός ἐστιν, ὁ κατατάσσων