De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
τὴν βουλομένην ἀπὸ τοῦ Φύλακος, ἔνθα εἰσὶν οἱ γανωτοὶ πυλῶνες οἱ ἀντίπεπτοι, καὶ εἰσάγει αὐτὴν ὁ πραιπόσιτος ἔνδον τῶν μέσων πυλῶν, καὶ πίπτει πρὸς τοὺς πόδας αὐτὴ καὶ μόνον, καὶ ἀναστάσης αὐτῆς, ἀποφέρει αὐτὴν πρὸς τοὺς δεσπότας, καὶ πίπτει πρὸς τοὺς πόδας αὐτῶν, καὶ ἀναστᾶσα ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὸ δελματίκιν καὶ τὸ θωράκιν καὶ μαφόριν ἄσπρον, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν. Καὶ ἀποφέρει αὐτὴν εἰς τὸν Φύλακα, ὅθεν ἐξῆλθεν, καὶ ἐνδύει αὐτὴν τὸ δελματίκιν, καὶ φορεῖ τὸ μαφόριον τὸ ἄσπρον, καὶ πάλιν εἰσάγει αὐτὴν εἰς τὸν Φάρον εἰς τὴν ἐκκλησίαν, ἔνθα ἵστανται οἱ δεσπόται καὶ οἱ συγκλητικοί.
Εἶθ' οὕτως φιλεῖ τοὺς πόδας τῶν δεσποτῶν, καὶ ἐξέρχεται ἀπευχαριστοῦσα, καὶ ἀπέρχεται 2.64 εἰς τὸ Πάνθεον, καὶ μετὰ μικρὸν λαμβάνει νεῦμα ὁ πραιπόσιτος, καὶ λέγει· "Κελεύσατε." Καὶ ἐξέρχεται ἡ σύγκλητος ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀπέρχονται ἐν τῷ Τριπέτωνι. καὶ ὁ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα ἀπό τε τῶν πατρικίων καὶ τῶν λοιπῶν συγκλητικῶν εἰς τὸν αὐτὸν Τριπέτωνα, καὶ ὅτε ἀπέλθῃ ἡ ζωστὴ πατρικία εἰς τὸ Πάνθεον, ἐνδύεται τὸ θωράκιν ἐπάνω τοῦ δελματικοῦ, καὶ φορεῖ καὶ λῶρον καὶ τὸ προπόλωμα. Καὶ εἶθ' οὕτως φοροῦσιν οἱ δεσπόται τὰ στέμματα, καὶ καθέζονται ἐν τῷ σένζῳ, καὶ νεύουσιν τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλον αʹ· μαγίστρους, βῆλον βʹ· πατρικίους βῆλον γʹ· συγκλητικούς, ὑπάτους, κόμητας, κανδιδάτους, δομεστίκους, ἀπὸ ἐπάρχων καὶ στρατηλάτας· συνεισέρχονται δὲ καὶ οἱ σιλεντιάριοι ὄπισθεν τῆς συγκλήτου ἔνθεν κἀκεῖθεν. Καὶ ὅτε πληρωθῇ τὰ βῆλα καὶ σταθῇ τὸ σέκρετον ὅλον, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται διὰ τῆς πληρώσεως τῆς τάξεως τῶν πατρικίων τὸ μέρος τοῦ Πανθέου, καὶ ἀπέρχεται εἰς τὸ Πάνθεον, ἔνθα ἐστὶν ἡ προβληθεῖσα ζωστὴ πατρικία, καὶ εἰσάγει αὐτήν, κρατῶν αὐτὴν ἀπὸ τῶν ὤμων. καὶ διέρχεται εἰς τὴν πλήρωσιν τῆς τάξεως τῶν πατρικίων, καὶ ἵστησιν αὐτὴν μέσον τοῦ σεκρέτου τῶν πατρικίων, φοροῦσαν τὸν λῶρον καὶ τὸ προπόλωμα. Καὶ προσκυνεῖ μικρόν, ὡς μὴ δυναμένης αὐτῆς πεσεῖν διὰ τὸν λῶρον καὶ τὸ προπόλωμα, καὶ πάλιν ἀποφέρει αὐτὴν ὀλίγα βήματα, καὶ προσκυνεῖ ὁμοίως, καὶ εἰς τὸ τρίτον προσφέρει αὐτὴν εἰς τὰ γόνατα τῶν δεσποτῶν, καὶ φιλεῖ τὰ δύο γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, πόδας δὲ οὐ φιλεῖ, ὡς μὴ δυναμένης αὐτῆς πεσεῖν. Εἶθ' οὕτως ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει τὰς πλάκας μετὰ τῶν κωδικέλλων, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν, καὶ ὑποχωρεῖ ὀλίγον κρατουμένη παρὰ τοῦ πραιποσίτου. Καὶ εἰσάγονται ὑπὸ σιλεντιαρίων κρατούμενοι ἀπό τε μαγίστρου μέχρι τῶν στρατηλατῶν ἀπευχαριστοῦντες διὰ τὴν 2.65 τιμηθεῖσαν. Καὶ ὅταν συμπληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, εἰσάγει αὐτὴν πάλιν ὁ πραιπόσιτος εἰς τὰ γόνατα τῶν δεσποτῶν, καὶ ἀπευχαριστεῖ τοῖς δεσπόταις. Καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ τῷ ἑστῶτι εἰς τὸ πλαγὶν τοῦ σένζου, κἄν τε πριμικήριος τύχῃ, ἄνευ του κρατοῦντος τὴν ζωστήν, καὶ λέγει· "Κελεύσατε." Καὶ ἐπεύχεται ἡ σύγκλητος καὶ ἐξέρχεται, συνεξέρχεται δὲ καὶ ἡ ζωσθεῖσα, καὶ λαμβάνει τὰς πλάκας αὐτῆς σιλεντιάριος, καὶ ἐξέρχεται εἰς τὸ Λαυσιακόν, ὀψικευομένη ὑπὸ σιλεντιαρίων καὶ κουβικουλαρίων φορούντων χλανίδια λευκά, καὶ ἀπέρχεται ἐπὶ τὴν τροπικὴν τοῦ Λαυσιακοῦ, καὶ οὐκ ἐξέρχεται, ἔνθα ἐστὶν ἡ προέλευσις, ἀλλ' ἐπὶ τὸν Ἔρωτα, καὶ ἐκβαίνει ἐπὶ τὸ πλαγὶν τῆς Μανναύρας, καὶ ἐπὶ τὸν μάκρωνα τῶν κανδιδάτων εἰς τὰ Ἐξκούβιτα καὶ διὰ τῶν Σχολῶν, καὶ δέχονται τὰ μέρη, ὡς ἐπὶ τῶν πατρικίων, λαμβάνει καὶ λιβελλάριν παρὰ τῶν δημάρχων, καὶ ἀκτολογοῦσιν τὰ μέρη, ὡς ἡ συνήθεια ἔχει. Καὶ ἀπέρχεται διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς εἰς τὸ Ἅγιον Φρέαρ, καὶ εἰσέρχεται ἐν τῷ ναῷ, εἰς τὰ ἅγια θύρια, ἔνθα πρόκειται τὸ ἀντιμίσιον, καὶ ἐκβαίνει ὁ πατριάρχης ἀπὸ τοῦ θυσιαστηρίου, καὶ λαμβάνει τὰς πλάκας αὐτῆς, καὶ τίθησιν αὐτὰς εἰς τὸ ἀντιμίσιον, καὶ ποιεῖ εὐχήν, ὡς ἐπὶ τῶν πατρικίων. Συνοψικεύουσι δὲ αὐτὴν μέχρι τῆς ἐκκλησίας καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ λοιποὶ τῶν ἀξιωμάτων, καὶ ὅταν συμπληρώσῃ τὴν εὐχὴν ὁ πατριάρχης, ἐπαίρουσιν αὐτὴν οἱ κουβικουλάριοι καὶ οἱ σιλεντιάριοι, καὶ ἀναφέρουσιν αὐτὴν εἰς τὸ μητατώριον ἐπὶ τὸν Θωμαΐτην, καὶ τὰ διαβατικὰ ἀναχωροῦντες ἔσω ἵστανται. Οἱ δὲ ἀξιωματικοὶ καὶ οἱ λοιποὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἐκκλησίας, αἱ δὲ πατρικίαι καὶ αἱ στρατήγισσαι ἵστανται κονσιστώριον εἰς τὸν τρίκλινον τῆς Μανναύρας, ἐκδεχόμεναι τὴν ζωσθεῖσαν. Καὶ ὅτε φθάσῃ, ἵσταται 2.66 κατὰ κεφαλῆς ἀνάμεσον τῶν πατρικίων, καὶ ἀπέρχεται μία μία προσκυνοῦσα καὶ λαμβάνουσα σπόρτυλον παρ' αὐτῆς, ἔχοντα ἀνὰ νομίσματα ϛʹ. Ὁμοίως καὶ αἱ