βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν ἔτη βʹ. ̣2̣ Καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως, δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. Μετὰ δὲ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν, καὶ τὴν λυχνίαν τοῦ ναοῦ ἐν λόγῳ Κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ καὶ οὐχ εὑρέθη ἔτι. Φησὶ γὰρ ἡ τῶν Μακκαβαίων βίβλος· "Ἐξῆλθεν Ἱερεμίας, χρηματισμοῦ γενηθέντος αὐτῷ, εἰς τὸ ὄρος οὗ Μωϋσῆς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν, καὶ ἐλθὼν εἰς τόπον, καὶ εὑρὼν οἶκον ἀντρώδη, εἰσ ήνεγκε τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιά ματος, καὶ τὴν θύραν ἀνέφραξε· καὶ προσελθόντες τινὲς τὼν συνακολουθούντων αὐτῷ ὥστε τὴν ὁδὸν ἐπισημήνασθαι, οὐκ ἠδυνήθησαν εὑρεῖν. Ὡς δὲ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοὺς εἶπεν· "Ἄγνωστος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπι 110.300 συναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου καὶ ἡ νεφέλη καθὼς ἐπὶ Μωϋσέως ἐδηλοῦ το." ̣3 ̣ Ὁ δέ γε Ναβουχοδονόσωρ παραλαβὼν τὴν πόλιν, ἐνέπρησεν αὐτὴν πᾶσαν, τὸν δὲ Σεδεκίαν χειρωσάμενος, τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ, ἐν ὀφθαλμοῖς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας, εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγε, βασιλεύσαντα ἔτη γʹ. ̣4 ̣ Περὶ οὗ Ἰερεμίας αὖθίς φησιν· "Ἰδοὺ, δίδωμι αὐτὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν. Καὶ λήψοντα ἐπ' αὐτὸν κατάραν λέγοντες· Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρὶ δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλὴμ καὶ ἐμοίχευον τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου, ὃν οὐ προσ έταξα αὐτοῖς, φησὶν ὁ Κύριος."
ΞΖʹ. Περὶ τῆς αʹ αἰχμαλωσίας Ἱερουσαλὴμ τῆς ἐν Βαβυλῶνι, ἥτις ἐστὶ δευτέρα τῆς παροικίας Αἰγύπτου. 177 Ἐν δὲ τῷ γʹ ἔτει τῆς αἰχμαλωσίας ἀπ έστειλε Ναβουχοδονόσωρ τὸν Ναβουζαρδᾶν ἀρχιμά γειρον αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν μὲν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τοὺς περι λειφθέντας ἐν τῇ πόλει ἐνέπρησε, διαρκέσαντα τὸν θεῖον οἶκον ἀπὸ τῆς αʹ οἰκοδομῆς ἔτη υμβʹ, τοὺς δὲ χαλκοῦς μεγάλους στύλους, καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς ιβʹ μόσχους, καὶ τὰ ὑπο στηρίγματα, καὶ πάντα τὸν ἐν τῷ ναῷ τοῦ Κυρίου χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα· καὶ μέντοι καὶ τοὺς Λευΐτας, καὶ τὰς θυΐσκας, καὶ τὰ πυρεῖα, καὶ τὰς χρυσᾶς φιάλας, καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς· οὐκ ἦν γὰρ σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων ὧν ἔλαβεν ὁ ἀρχιμάγειρος Ναβουζαρδᾶν. Τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπισήμους ἀπαγαγὼν πρὸς Ναβουχοδονόσωρ, τοὺς μὲν ἐθανάτωσε, τοὺς δὲ δούλους παρέδωκε τοῖς ἄρχουσιν αὐτοῦ. Τὸν δὲ Σεδεκίαν ἐπὶ σκότει κατα κλείσας μυλωθρεῖν κατεδίκασε ̣45b ἐφ' οὗ γέγονεν ἡ παντελὴς καὶ πρώτη ἅλωσις Ἱερουσαλὴμ, οὐκέτι βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ' ὑπὸ τῶν Χαλδαίων κρατηθείσης. ̣2 ̣ Τοιγαροῦν τρίτον Ναβουχοδονόσωρ ἐπόρθησε τὴν Ἱερουσαλὴμ, ὡς εἴρηται· πρῶτον μὲν ἐπὶ Ἰωακεὶμ, μεθ' οὗ ᾐχμαλωτίσθη καὶ ∆ανιὴλ ὁ προ φήτης καὶ οἱ τρεῖς παῖδες (ὑφ' οὗ προεφήτευον Ἱερεμίας, καὶ Βουζῆ, καὶ Οὐρίας, ὁ τοῦ Σαμέου, ὃν καὶ φυγόντα εἰς Αἴγυπτον Ἰωακεὶμ συλλαβόμενος ἀναιρεῖ)· βʹ δὲ αἰχμαλωσία ἐπὶ Ἰεχονίου· τρίτον δὲ παραγενόμενος ἐπὶ Σεδεκίου, ὅτε καὶ τὸν ναὸν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε, τοὺς δὲ υἱοὺς αὐτοῦ σὺν ἑτέροις πολλοῖς κατέσφαξε καὶ τὸ λοιπὸν ᾐχμαλώτευσε πλῆθος. ̣3 ̣ Περὶ ὧν καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος μνημονεύσας τάδε φησίν· "Καὶ ἵνα παρῶ δήμους, 110.301 καὶ πόλεις, καὶ βασιλείας, 178 ἔτι δὲ καὶ χώρους καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς ἐρήσομαι τί τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμό νοιαν· οὐχ ἕως μὲν εἰρήνην εἶχον πρὸς ἀλλήλους καὶ πρὸς τὸν Θεὸν, Αἰγύπτῳ, τῇ σιδηρᾷ κα μίνῳ, πιεζόμενοι καὶ ὑπὸ τῆς κοινῆς θλίψεως