83
ἕκαστον ἐν τῷ σώματι τῆς Ἐκκλησίας πρὸς τὴν ἰδίαν ἀξίαν. Ἐφ' οἷς ἐπάγει, ὅσους ἄγει κατὰ Βαβυλῶνος. Ὡς γίγαντες ἔρχονται. Χαίροντες μὲν, ὡς θαῤῥοῦντες ὅτι κρατήσουσιν. Περιφρονοῦντες δὲ τοὺς ἐναντίους, ὡς ἀσθενεῖς· ὅπερ ὕβριν ἐκάλεσεν. Ἀπειλεῖ δὲ καὶ ἄλλως θεομάχων τινῶν ἐπιδημίαν ἐπὶ δίκῃ τῶν πλημμελούντων, ἐξ ὧν φυγεῖν ἐθέλων τοὺς ἑαυτοῦ, πρὸς ὄρος ἀνήγαγε πεδινὸν, τὸ σημεῖον αὐτοῖς διδοὺς φυλακτήριον. Καὶ τὴν δι' ἔργων ἀγαθῶν παρασκευὴν ὑποτίθεται χειρὶ τοὺς θλιβομένους παρακαλεῖν, ἀνοίγειν τε τὸ στόμα τοῖς μανθάνειν ἐθέλουσιν, ἵνα τοὺς γίγαντας φύγωσιν ἐπὶ κακοῦ τὰ πολλὰ ταττομένους, 2073 οὓς ἀγγέλους πονηροὺς λέγων, ἔοικεν παραδηλοῦν ὁ ∆αβὶδ, οἵπερ ἐπιχαίρουσι μαστιζομένοις ἡμῖν δι' ὠμότητα, καὶ τὴν ἡμετέραν ὀδύνην ἰδίαν κρίνοντες ἀπόλαυσιν, ἐνυβρίζουσι, καί τοι τοσαῦτα δρῶντες ὅσα Θεὸς συγχωρεῖ. Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων· καὶ τὰ ἑξῆς. Τὴν παμμιγῆ δείκνυσι τῶν ἐν τῷ πολέμῳ φωνὴν, ἀνθρώπων, ἵππων, νικώντων, φευγόντων. Ἥτις, φησὶν, οὐ τοιαύτη τίς ἐστιν, ὡς ὀλίγων ἀνθρώπων νομίζεσθαι. Ἀρχόντων δὲ πλείστων, καὶ ἀρχομένων, Βαβυλωνίων μὲν θρηνούντων, Περσῶν δὲ ἀλαλαζόντων. Οὓς καὶ ὁπλομάχους ἀποκαλεῖ, καὶ πόῤῥωθεν ἐρχόμενον ἔθνος ἀπ' αὐτῆς ἤδη τῆς ἄρκτου, καὶ τῶν ὑπὸ ταύτῃ μερῶν. Ὡς κατὰ βούλησιν δὲ Θεοῦ χωροῦντας ἰδίους καλεῖ. Οἰκουμένην δὲ φθειρομένην, οὐ τὴν καθόλου φησί· τὴν περὶ ἧς δὲ πρόκειται χώραν, ἴσως καὶ τὸ μέγα καὶ πολυάνθρωπον αὐτῆς ἐνδεικνύμενος, ἀντιδιαστέλλων τε τὴν μετὰ τὴν ἅλωσιν ἐρημίαν. Εἰκὸς δὲ ταῦτα δηλοῦν καὶ τῶν κατὰ τὴν Ἐκκλησίαν διαφόρων ἐθνῶν τὴν φωνὴν, ἣν καὶ πεδινὸν ὄρος ἔφη, πρὸς τὴν συλλογὴν τοῦ πλήθους εὐρυχωρίαν ταύτῃ διδοὺς, ἐπὶ τὸ ὕψος ἀναβαινόντων τῆς γνώσεως τοῦ Θεοῦ, μίαν τε φωνὴν ἐχόντων τῆς πίστεως. Μία δὲ οὖσα τῇ συμφωνίᾳ, πολλαῖς ἔοικε, διὰ τὸ μερισθῆναι γλώσσαις πυρὸς παρὰ τοῦ ἁγίου Πνεύματος ἐφ' ἕκαστον τῶν ἀποστόλων μελλόντων τοῖς ἔθνεσι κηρύξαι πᾶσιν τὸ Εὐαγγέλιον, ὧν τοὺς ἐκλεκτοὺς, βασιλέας καλεῖ, ὡς υἱοὺς τῆς βασιλείας ὑπάρχοντας. Ἐκ δὲ τοῦ, Κύριος ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι, διδασκόμεθα κρίσει Θεοῦ τὰς τιμωρίας ἐπάγεσθαι, καὶ ὡς οὐ δεῖ δεδιέναι τὸν τύπτοντα, τὸν ἐπιτάττοντα δὲ μᾶλλον παρακαλεῖν· οὐδὲ μιμεῖσθαι τοὺς λέγοντας ἀσεβῶς, δεῖν θυσίαν προσάγειν πνεύμασι πονηροῖς, ὡς ἂν αὐτῶν τὴν κακίαν ἐκμειλιζώμεθα. Εἴτε γὰρ θεραπεύσητε, εἴτε καὶ μὴ, δρᾷν αὐτοὺς ἀνάγκη τὸ προσταττόμενον τῷ δοθέντι μέτρῳ χρωμένους. Ἡ δὲ τούτων πανοπλία τῇ τῶν δικαίων ἀντίκειται. Τοῖς μὲν γὰρ θυρεός ἐστι πίστεως· τοῖς δὲ ἀπιστίας. Τοῖς μὲν λόγου μάχαιρα, τοῖς δὲ ἀλογίας. Τοῖς μὲν θώραξ δικαιοσύνης πρὸς τὴν ἀσφάλειαν, τοῖς δὲ ἀδικίας. Σωτηρίας τούτοις περικεφάλαια, τούτοις δὲ ἀπωλείας, ἕτοιμοι τούτοις οἱ πόδες πρὸς τὸ Εὐαγγέλιον τῆς εἰρήνης, ὀξεῖς ἐκείνοις πρὸς τὸ ἐκχέαι αἷμα. Οἳ καὶ ἀπὸ γῆς εἰσι, πόῤῥωθεν μὲν Θεοῦ, πόῤῥωθεν δὲ τοῦ βίου τούτου πρὸς κόλασιν ἐκεῖθεν ἀγόμενοι. Οἱ γὰρ συνεργοῦντες ἡμῖν τὰ πρὸς σωτηρίαν, σύνοικοί τε καὶ γείτονες. Ἐκείνων δὲ κατακέχρηται τῇ ὠμότητι πρὸς θεραπείαν ἡμετέραν ἡ Πρόνοια, ὡς ἰατρὸς ἐχίδνης ἰῷ οὓς οὐ τὸ πνεῦμα ἀλλ' ἡ σὰρξ παραδίδοται, ἵνα τὸ πνεῦμα σωθῇ. Φύγελός τε καὶ Ἑρμογένης αὐτοῖς παρεδόθησαν οὐκ εἰς ἀπώλειαν, ἵνα δὲ παιδευθῶσι μὴ βλασφημεῖν. 2076 Οἱ αὐτοὶ δὲ καὶ ἀπὸ γῆς πόῤῥωθεν, ὅτι τὸν περίγειον εἴλοντο τόπον, καὶ ἀπ' ἄκρου τοῦ οὐρανοῦ, ὅθεν αὐτοῖς ἡ πρώτη γέγονε πτῶσις. Εἶτά φησιν· Ὀλολύξατε· ἐγγὺς γὰρ ἡ ἡμέρα Κυρίου· ὡς οὐδενὸς τοῦ θρηνεῖν ὑπολελειμμένου Βαβυλωνίοις. Θεοῦ δὲ κατασείοντος εἰς δειλίαν τὰς τούτων ψυχὰς, πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει. Πάντα γὰρ ἀνόνητα τότε πρὸς κώλυμα. Τὴν γὰρ χεῖρα τὴν ὑψηλήν τις ἀποστρέψει, κατὰ τὸ γεγραμμένον, καὶ ἄλλως δὲ, πρὸς τὴν ἀπειλὴν τοῦ Θεοῦ, τὴν διὰ τῶν ὁπλομάχων, ὀλολυγμὸς καὶ θρῆνος προστέτακται, δι' ὧν ἔστι δυσωπῆσαι Θεόν· φιλάνθρωπος γὰρ ὢν ἀπειλεῖ, καὶ τῶν μετανοούντων ἀποστρέφει τὴν ἀπειλήν. Εἰ μὴ γὰρ ἠβούλετο τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν, τί τὴν ἀπειλὴν τοῖς