De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
στρατήγισσαι προσκυνοῦσιν αὐτήν, καὶ ἐπεύχονται τοῖς δεσπόταις διὰ τὴν προβληθεῖσαν. Καὶ ἀναχωροῦσιν αἱ πατρικίαι, καὶ ἐπαίρουσιν αὐτὴν οἱ κουβικουλάριοι καὶ οἱ σιλεντιάριοι, καὶ εἰσφέρουσιν αὐτὴν ἐν τῷ παλατίῳ διὰ τοῦ Ἔρωτος καὶ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ ἐπικόπτει τὸ ἡλιακὸν τοῦ Χρυσοτρικλίνου, καὶ εἰσέρχεται εἰς τὸν Φάρον, εὐχομένη τοῖς δεσπόταις καὶ τιθεῖ σπόρτυλον νομίσματα ιβʹ εἰς τὸ ἀντιμίσιν, καὶ ἅπτει κηροὺς καὶ ἐξέρχεται εἰς τὸ κελλίον αὐτῆς. Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἑορτῇ οὐ γίνεται, εἰ μὴ ἐν κυριακῇ παγανῇ.
2.67 Ξʹ (ΝΑʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ πραιποσίτου.
Ἐν ἡμέρᾳ ἀλλαξίμων, ὅτε κελεύουσιν οἱ δεσπόται δέξασθαι σέκρετον ἐπὶ προελεύσει, ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια αὐτῶν καὶ τὰς χλαμύδας καὶ τὰ στέμματα, καὶ καθέζονται ἐν τῷ σένζῳ εἰς τὸν Χρυσοτρίκλινον, καὶ εἰσέρχονται οἱ τοῦ κουβουκλείου ἀπὸ πλαγίου, ὡς ἔστιν ἡ συνήθεια, καὶ ἵστανται κονσιστώριον. Καὶ νεύουσιν οἱ δεσπόται, κἄν τε πραιπόσιτος ἕτερός ἐστι, κἂν πριμικήριος, καὶ ἐπαίρει τὸν ὀφείλοντα προβληθῆναι πραιπόσιτον, καὶ εἰσάγει αὐτὸν κατὰ παντὸς μέσον τοῦ σεκρέτου τοῦ κονσιστωρίου τοῦ κουβουκλείου. Καὶ πίπτει, καὶ εἰσάγει αὐτὸν ἔμπροσθεν τοῦ ὑποποδίου τῶν δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, οἱ δὲ τοῦ κουβουκλείου ἵστανται ὥσπερ Π. Καὶ ἀναστὰς ἐφαπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν πλάκας ἄνευ κωδικελλίων, καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν, καὶ ὀπισθοποδεῖ μικρὸν ἀπὸ τοῦ σένζου, καὶ εὐθέως ἀπευχαριστοῦσι πάντες οἱ τοῦ κουβουκλείου. Καὶ πάλιν προσφέρει αὐτὸν ἔμπροσθεν τῶν δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τῶν δεσποτῶν, καὶ ἀπευχαριστεῖ, καὶ ἐπαίρουσιν αὐτὸν οἱ κουβικουλάριοι καὶ οἱ ὀστιάριοι, καὶ ἐξέρχονται ὀψικεύοντες αὐτὸν μέχρι τοῦ Τριπέτωνος, ἔνθα ἵστανται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ προσκυνεῖ τοὺς πατρικίους καὶ οὓς βού 2.68 λεται, βαστάζων καὶ τὰς πλάκας αὐτοῦ, καὶ πάλιν εἰσέρχεται ὁ αὐτὸς πραιπόσιτος μετὰ τοῦ κουβουκλίου, καὶ ἵσταται εἰς τὴν καθέδραν τῶν δεσποτῶν, βαστάζων καὶ τὰς πλάκας. Ὁ δὲ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα εἰς τὸν Τριπέτωνα, ὡς ἔχει ἡ συνήθεια, καὶ ὅτε κελεύσωσιν οἱ δεσπόται εἰσελθεῖν τὰ βῆλα τοῦ σεκρέτου, νεύουσιν τῷ προβληθέντι πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ δύο ὀστιαρίων καὶ βεργίων, βαστάζων καὶ τὰς πλάκας. Καὶ εἰσάγει βῆλον αʹ· τοὺς μαγίστρους καὶ τὰ λοιπὰ βῆλα, ὡς ἔχει ἡ συνήθεια. Καὶ ὅταν ἔλθωσιν ὅλα τὰ βῆλα, νεύουσιν οἱ δεσπόται τῷ προβληθέντι πραιποσίτῳ, καὶ λέγει· "Κελεύσατε" καὶ ἐπεύχονται· "Εἰς πολλοὺς χρόνους καὶ ἀγαθούς," καὶ ἐξέρχονται, καὶ πληροῖ πάντα τὰ νούμερα ὁ προβληθεὶς πραιπόσιτος. Χρὴ δὲ γινώσκειν ὅτι καὶ πατρίκιον εἰ κελεύωσιν αὐτὸν ποιῆσαι, ἄλλας πλάκας λαμβάνει μετὰ τῶν κωδικέλλων, καὶ πληροῦται τότε ἡ ἀκολουθία, ὡς καὶ ἐπὶ τῶν λοιπῶν πατρικίων.
2.69 ΞΑʹ (ΝΒʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ὑπάρχου. Προσκαλεῖται ὁ βασιλεὺς ὃν ἂν βούλεται προβαλέσθαι ὕπαρχον, προσκαλεῖται καὶ τὸν πραιπόσιτον, καὶ λέγει πρὸς αὐτόν· "Ἄπελθε, καὶ παράδος αὐτὸν ὕπαρχον πόλεως." Παραλαβὼν δὲ αὐτὸν ὁ πραιπόσιτος, περιβάλλει αὐτὸν σαγίον ῥοῆς, καὶ εὐθέως ἀποστέλλει σιλεντιάριον, προσκαλέσασθαι τὴν πολιτικὴν κατάστασιν ἅπασαν ἐν τῷ Κονσιστωρίῳ, καὶ ἐξέρχεται ὁ πραιπόσιτος μετὰ τοῦ ὑπάρχου διὰ τοῦ Λαυσιακοῦ καὶ τῶν σκαλίων, καὶ ἐξέρχεται διὰ τοῦ Μονοθύρου τοῦ ὄντος εἰς τὸ Εἰδικόν, καὶ ἐκεῖθεν δηριγευόμενος, διοδεύων διὰ τῶν διαβατικῶν καὶ τῆς Ἀψίδος, καὶ εἰσέρχεται μέχρι τοῦ Αὐγουστέως, καὶ καθέζονται ἀμφότεροι ἐκεῖσε, ἐκδεχόμενοι μέχρις ἂν καταλάβῃ τὸ πολίτευμα.
84
Τῶν δὲ σιλεντιαρίων ἐλθόντων καὶ ἀπαγγειλάντων, ὡς ὅτι πάρεστιν τὸ πολίτευμα ἐν τῷ Κονσιστωρίῳ, λαμβάνουσιν πάλιν οἱ αὐτοὶ σιλεντιάριοι πρόσταξιν παρὰ τοῦ πραιποσίτου πρὸς τὸ ἀπαγαγεῖν τὸ πολίτευμα εἰς τὸν Ὀνόποδα. Τότε λαβὼν ὁ πραιπόσιτος τὸν ὕπαρχον καὶ