βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
συν αγόμενοι (Ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλῖψις;) "Λαὸς περιούσιος" ἤκουον καὶ "Μερὶς Κυρίου," καὶ "Βασίλειον ἱεράτευμα," καὶ "Ἔθνος ἅγιον." Καὶ οὐ τοῖς μὲν ὀνόμασιν οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως, ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας. Καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν, δι' εὐχῆς ἐγείρουσα τρόπαια καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν· καὶ στοιχεῖα ἵστατο· καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας καὶ Θεοῦ φωνὰς ἐξ ὄρους κατακουομένας καὶ νομο θεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν; Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο καὶ κατὰ τοῦ Θεοῦ καὶ κατ' ἀλλήλων ἐμάνησαν καὶ διέστη σαν εἰς μέρη πολλὰτί γίνεται καὶ τί πεπόνθασιν; Θρηνεῖ μὲν τούτους Ἱερεμίας εἰκότως ἐπὶ τοῖς ἀνηκέστοις πάθεσι καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμα λωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως θρήνων ἄξια· πῶς δὲ οὔ; Τῶν μεγίστων τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθή ματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες, οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ καὶ τῶν ἀψαύ στων ̣46a κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβύτεροι μὴ ἐλεούμενοι, παρθέ νοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον 179 καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζιραῖοι κατασυρόμενοι, καὶ ἵνα ἐξ αὐτῶν εἴπω τι τῶν τοῦ Ἱερεμίου θρήνων, υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἀντιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας. Καὶ μικρὸν πρὸ τούτων· Χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τρο φὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρα τούσης, ἀλλ' ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον, τὰ ἐξ αὐτῶν ποιούμεναι προσφιλέ στατα. Πῶς οὐ δεινὰ ταῦτα καὶ πέρα δεινῶν, οὐ 110.304 τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ τοῖς νῦν ἀκούουσιν;" Καὶ ταῦτα μὲν ὧδε.
ΞΗʹ. Ἀριθμὸς τῶν ἐτῶν τῶν ἐν Ἱεροσολύμοις βασιλέων. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱεροσολύμοις βασιλευσάντων ἀπὸ ∆αυῒδ ἕως Σεδεκίου ἔτη υζʹ, οἱ δὲ βασιλεῖς ὑπῆρχον τὸν ἀριθμὸν κβʹ· πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ ∆αυῒδ ̣2 ̣. Ἐφ' ὧν ὑπῆρχον καὶ προφῆται οἵδε· ἐπὶ μὲν Σαοὺλ, ∆αυῒδ καὶ Σαμουήλ· ἐπὶ ∆αυῒδ, Γὰδ, Ναθὰν, Ἀσσάφατ· ἐπὶ Σολομῶντος καὶ τῶν μετ' αὐτὸν, Ἀχιὰ ὁ Σηλωνίτης, Σαμαίας ὁ Ἀδδώ· ἐπὶ δὲ Ἰωσαφὰτ καὶ τῶν μετ'αὐτὸν, Μιχαίας, Ἠλίας, Ἑλισαῖος, Ἀβδίας, Ἰηουὁ Ζωὴλ, Ἐλεάζαρ, Ἀζαρίας· ἐπὶ Ἐζεκίου καὶ τῶνμετ' αὐτὸν Ὠσεὲ, Ἀμμὼς, Ἡσαΐας, Ἰωνᾶ· ἐπιδὲ Ἰωσίου καὶ τῶν μετ' αὐτὸν, Ἱερεμίας, Σοφωνίας, Ὄλδα, Βαρούχ· ἐπὶ Σεδεκίου πάλιν, Ἱερεμίας καὶ Ἀμβακούμ· μετὰ δὲ τὴν αἰχμαλωσίαν, ἐπὶ Ἰησοὺ τοῦ ἱερέως Ἰωσέδεκ προφητεύουσιν Ἀγγαῖος, καὶ Ζαχαρίας, καὶ τελευταῖοι προφῆται. ∆ανιὴλ γὰρ καὶ Ἐζεκιὴλ προεφήτευσαν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι. 180 ̣3 ̣ Συνάγεται τοίνυν ἀπὸ πρώτου ἔτους Ἄχαζ καὶ πρώτης Ὀλυμπιάδος μέχρι τῆς μετοικεσίας τῆς εἰς Βαβυλῶνα, ὅτε καὶ ∆ανιὴλ καὶ οἱ γʹ παῖδες ἀπήχθησαν, ἔτη ρμδʹ· ἀπὸ δὲ Σαοὺλ, τοῦ πρώτου βασιλεύσαντος Ἑβραίων, ἔτη ϛζʹ· ἀπὸ δὲ τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ, ἔτη #22αρʹ· ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ, ἔτη #22βχιʹ· ἀπὸ δὲ Ἀδὰμ ἔτη δωοβʹ. ̣4 ̣ Φυλαττομένης δὲ ἡμῖν τῆς τῶν χρόνων ἀκολουθίας διὰ τῆς τῶν ἐκ ∆αυῒδ ἡγεμονίας, οὐκ ἄτοπον οἶμαι τῶν ἐπὶ Σαμάρειαν ἡγησαμένων ἐν παρεξόδῳ τοὺς χρόνους παραδραμεῖν. Τελευτή σαντος γὰρ τοῦ (βασιλέως) Σολομῶντος, Ῥοβοὰμ, ὁ τούτου παῖς, ἀνέρχεται εἰς Σίκιμα· ἐκεῖ γὰρ ὁ λαὸς συνηθρόϊστο, ὥστε καταστῆναι ὑπ' αὐτῶν βασι λέα. Μέλλοντι δὲ αὐτῷ χρίεσθαι προσῆλθεν ὁ λαὸς παρακαλῶν ἀπὸ τοῦ πλήθους κουφισθῆναι τῶν τελε σμάτων, ὧν ὁ πατὴρ αὐτοῦ Σολομὼν ἐφορολόγησε τὸν λαόν. Ὁ δὲ τρεῖς ἡμέρας πρὸς διάσκεψιν δοῦ ναι καὶ τὴν