84
Νινευΐταις ἐκήρυττεν; παρ' αὐτοῦ γὰρ ἡ συντριβὴ, τὰ συντριβῆς ἀφανίζοντος ἄξια. Ὡς συντρίβει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας τοῦ δικαίου καὶ, Κύριος συντρίβων πολέμους, καὶ, Συντρίβει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, τοὺς ἀλαζόνας καὶ τοὺς ὑπεραιρομένους κατὰ τῆς ἀληθείας. ∆εῖ δὲ φθάνοντας τοῦ Κυρίου τὴν συντριβὴν, τὴν ἑαυτῶν μεγαλόφρονα καρδίαν συντρίβειν, ἵνα γένηται θυσία ἡ ταπείνωσις αὐτῆς. Ὡς πρὸς Θεὸν γὰρ τιμωρούμενον, πᾶσα χεὶρ ἀσθενὴς καὶ ψυχὴ δειλή. Ἀνθρώπου δὲ, φασὶν, εἰκότως προσέθηκεν. Ἡ μὲν γὰρ τῶν ἀγγέλων, κρείττων δειλίας, ἡ δὲ τῶν ἀλόγων ἐλάττων. Ἡ δὲ γὰρ πτοεῖται μὲν, οὐ δειλιᾷ δέ. ∆ειλία γάρ ἐστιν ἔλλειψις τῶν ἀπὸ τῆς ἀνδρείας δογμάτων. Πρέσβεις δέ φησι ταραχθήσεσθαι, τοὺς τῶν εἰδώλων θεραπευτὰς, οἳ κατὰ τὸ εἰκὸς, τῶν περὶ Κῦρον προσδοκωμένων, κατεμαντεύοντο χρηστὰ καὶ λιτὰς προσῆγον τοῖς δαίμοσιν, ὑπὲρ τῆς χώρας πρεσβεύοντες. Αἰσχυνθήσονται δὲ τῶν ἐναντίων γενησομένων, καὶ ὀδυροῦνται πρὸς ἀλλήλους. Τοῦτο γὰρ τὸ συμφοράσουσιν, οὐαὶ τυχὸν, καὶ συμφορᾶς προφέροντες ῥήματα. Ἐξ ἀθυμίας δὲ αὐτῶν τὰ πρόσωπα μελανθήσεται, ὡς σποδοῦ μαρανθείσης λείψανον εἶναι δοκεῖν· ἢ καὶ τὸ ἐκ τῆς αἰσχύνης παρίστησιν ἔρευθος. Ἔρχεται γὰρ καιρὸς, καθ' ὃν ἀπαραίτητος ὀργὴ Θεοῦ τὴν τῶν Χαλδαίων ὅλην ἐρημώσει χώραν, καὶ τοὺς ἁμαρτωλοὺς ἐξ αὐτῆς ἀπολέσει· τοῦτ' ἔστι, πάντας ὄντας ἁμαρτωλοὺς ἀπολέσει. Οὐ γὰρ ἀντιδιαστέλλει δικαίοις οὖσιν ἐν Βαβυλῶνι. Καὶ ἐπὶ τὰ μεγέθη τῶν συμφορῶν, σκότου καὶ ἀχλύος τὸν ἀνθρώπινον καταπίμπλησι νοῦν, κἂν ὁ τῆς ἡμέρας τύχῃ καιρὸς, κἂν σελήνῃ καὶ ἄστροις ἡ νὺξ καταλάμπηται, τούτου χάριν ταῦτά φησι, σκοτισθήσεται, οὐ φύσει, τῶν δὲ ἀθυμούντων οὕτω δοκούντων ὁρᾷν. Τὸ δὲ, Ἐντελοῦμαι κακὰ, ἢ ἀντὶ τοῦ, ἀπειλήσω· ἢ ἀπενεχθῆναι προστάξω. ∆ι' Ὠρίωνος δὲ, τὰ λαμπρὰ τῶν ἀστέρων ἐδήλωσεν. Ἄλλως δὲ παρ' Ἑβραίοις τὸ ἄστρον τοῦτο λεγόμενον, οἱ ἑρμη 2077 νεύσαντες πρὸς τὴν κρατοῦσαν παρ' Ἕλλησι συνήθειαν ἐκδεδώκασι. Καὶ ἐν Ἰὼβ δέ φησιν ἡ Γραφὴ, Πλειάδα καὶ Ἕσπερον καὶ Ἀρκτοῦρον, καὶ ταμιείανότου πάλιν οὕτως ἐξ Ἑλλήνων λεγόμενα. Τινὲς δὲ τὰ προειρημένα ῥητὰ, διὰ τὸ λέγεσθαι τῇ οἰκουμένῃ πάσῃ κακὰ, τοῦτον ἐξηγοῦνται τὸν τρόπον. Μέλλων γὰρ, φασὶν, ὁ λόγος μερικὴν ἀπειλὴν κατὰ Βαβυλῶνος ποιήσασθαι, περὶ τῆς καθολικῆς τοῦ Θεοῦ προεκτίθεται κρίσεως, καθόλου περὶ τῶν ἀσεβῶν οἷα πείσονται διηγούμενος· εἶθ' οὕτως ἐπὶ τὴν μερικὴν τῆς Βαβυλῶνος μετέρχεται κόλασιν. Περὶ δὲ τῆς γενικῆς τέως λέγων· Ἐπ' ὄρους, φησὶ, πεδινοῦ ἄρατε σημεῖον. Τοῦτο δὲ τὸ προφητικὸν πνεῦμα ἐκ προσώπου τοῦ Θεοῦ Λόγου προφέρεται, κελεύει τε τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας, καὶ τοῖς ἔνδον οὖσι προϊέναι, παρακελεύσασθαι, καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. ∆ι' ὧν εἰκὸς δηλοῦσθαι χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις οἱονεὶ δεσμωτήριον τούτων ὑπάρχουσαν. Καὶ μήποτε αὐτή ἐστιν ἡ ἄβυσσος, ἣν πεπληρῶσθαι δρακόντων δηλοῖ τὸ, δράκοντες καὶ πᾶσαι ἄβυσσοι, εἰς ἣν μὴ πεμφθῆναι πρὸ καιροῦ τὸν Χριστὸν παρεκάλουν οἱ δαίμονες, ὡς εἰδότες ἔσεσθαί ποτε τούτου καιρόν; Τὰς δὲ τοιαύτας δυνάμεις γίγαντάς φησιν, ἢ ὡς γιγάντων οὔσας ψυχάς· ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων ἀγγέλων, ἐξ ὧν οἱ γίγαντες ἐγεννήθησαν ταῖς τῶν ἀνθρώπων θυγατράσι μιγέντων, ἢ καὶ ἑτέρας ἀποστατικὰς δυνάμεις μέχρι τοῦ τῆς κρίσεως δεδεμένας καιροῦ. Ἐπειδ' ἂν δὲ τὸ τοῦ Θεοῦ δικαιωτήριον ἐπιστῇ, ἀποστελεῖ μὲν, ὡς αὐτός φησι, τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης, καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρων αὐτοῦ, τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων τῶν ἀντικειμένων δυνάμεων τοῖς κολασθησομένοις ἐπάξει, προστάξας τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνεῖναι τούτων τὸ δεσμωτήριον, ὡς ἂν προελθοῦσαι τοὺς ἀσεβεῖς τιμωρήσονται, μέλλουσαι καὶ αὗται τὴν οἰκείαν ἐκδέχεσθαι κρίσιν. Ὄρος δὲ πεδινὸν, τὸν περίγειον ἐκάλεσε τόπον, καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον, ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιτίθεσθαι τοῦ Θεοῦ κρίσεως παρακελεύεται