De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἐξελθὼν ἀπὸ τοῦ Αὐγουστέως, διέρχεται διὰ τοῦ στενοῦ καὶ μένει ὁ ὕπαρχος ἔνδον τῆς πύλης τῆς ἐξαγούσης πρὸς τὸν Ὀνόποδα, ὁ δὲ πραιπόσιτος ἐξέρχεται μόνος, ἔνθα ἵσταται τὸ πολίτευμα, καὶ λέγει αὐτοῖς ἃ ἐδιδάχθη 2.70 παρὰ τοῦ βασιλέως νουθεσίας ἕνεκα καὶ νομίμων διακράτησιν. Μετὰ δὲ τὴν διαλαλίαν κελεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀνοιγῆναι τὸ βῆλον, καὶ προσκαλεῖται τὸν ὕπαρχον, κἀκείνου ἐξελθόντος, παραδίδωσιν αὐτὸν ὁ πραιπόσιτος τῇ πολιτείᾳ ὕπαρχον καὶ πατέρα πόλεως, καὶ εἶθ' οὕτως ἀπὸ τοῦ Ὀνόποδος ὑποστρέφει ὁ πραιπόσιτος ἐν τῷ παλατίῳ, ὁ δὲ τῆς καταστάσεως μετὰ τῶν σιλεντιαρίων λαμβάνει τὸν ὕπαρχον, καὶ εἰσάγει αὐτὸν ἐν τῷ Κονσιστωρίῳ, καὶ ὑπαλλάσσει αὐτὸν τὴν τοῦ ὑπάρχου στολήν, ἤγουν τὸ καμήσιον καὶ τὸ πελώνιον καὶ τὸν λῶρον καὶ ὑποδύει αὐτὸν καὶ τὸ καλίγιν. Καὶ εἶθ' οὕτως ὁ τῆς καταστάσεως μετὰ τοῦ πολιτεύματος καὶ τῶν δημοτῶν τῶν δύο μερῶν, ὀλίγον ὀψικεύοντες αὐτόν, διέρχονται διά τε τῶν Ἐξκουβίτων καὶ τῶν Σχολῶν, ἀκτολογουμένου ὑπ' αὐτῶν, λεγόντων αὐτῶν· "Ὁ δεῖνα εἶσε ὕπαρχος, εἶσε ὕπαρχος." Ἐὰν δέ ἐστιν πατρίκιος, ἀκτολογεῖ οὕτως· "Ὁ δεῖνα εἶσε ὕπαρχος, εἶσε καὶ πατρίκιος" καὶ τὰ ἑξῆς. Καὶ εἶθ' οὕτως εἰσέρχεται ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ διὰ τοῦ Ἁγίου Φρέατος, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, ὑποστρέφει εἰς τὸν οἶκον αὐτοῦ. (ΝΓʹ) Ἀκτολογία τῶν δήμων ἐπὶ τῆς ὑπάρχου προαγωγῆς. Τῆς συνήθους τάξεως τελουμένης ἐν τῷ παλατίῳ ἐπὶ τῇ τοῦ ὑπάρχου προαγωγῇ, καὶ τοῦ πραιποσίτου τοῦτον ἐξάγοντος διὰ τοῦ Τρικόγχου καὶ τῆς Ἀψίδος εἰς τὸν Αὐγουστέα, ἀπέρχονται ἐν τῷ Ὀνοποδίῳ, καὶ δὴ πάσης τῆς τάξεως τοῦ πραιποσίτου ἐν τῷ Ὀνοποδίῳ ἀνερχομένης, 2.71 παραδίδωσιν ὁ πραιπόσιτος πατέρα πόλεως τὸν προβληθέντα ὕπαρχον. Εἶτα ἐπαίρει αὐτὸν ὁ τῆς καταστάσεως, καὶ εἰσφέρει αὐτὸν ἐν τῷ Κονσιστωρίῳ τῷ χειμερινῷ, καὶ ἐνδύει αὐτὸν τὸ καμήσιον καὶ τὸν λῶρον, καὶ ὑποδύεται καλίγιν, καὶ ἔρχεται ἐπὶ τὸν μάκρωνα τῶν κανδιδάτων ὀψικευόμενος ὑπὸ πάσης τῆς τάξεως τοῦ Πραιτωρίου ἕως τῶν χαλκῶν πυλῶν τῶν κορτινῶν. Καὶ λέγει ὁ ἀδμηνσουνάλιος· "Στήτω·" καὶ κρατεῖ ὁ νουμεράριος τὸ βῆλον, καὶ λέγει· "Λεβά, ὕπαρχε προφέκτωρ, λώκ," καὶ πάλιν λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος. Καὶ ἐξέρχεται ὁ ὕπαρχος, καὶ διέρχεται διὰ τῶν Σχολῶν, ὀψικευόμενος ὑπὸ τῶν προειρημένων. Τὸ δὲ μέρος τῶν Βενέτων ἵσταται εἰς τοὺς Λύχνους, ἐκδεχόμενον τὸν ὕπαρχον, καὶ πρὸ τοῦ φθάσαι αὐτὸν εἰς τὸν τοῦ Βενέτου δῆμον λέγει ὁ δῆμος ποίημα δρομικὸν ἤχ. δʹ· "Οἱ ἐκ Θεοῦ κραταιούμενοι ταῖς νίκαις, κοσμοπόθητοι δεσπόται τῶν Ῥωμαίων, σέ, ὡς γνησιοπόθητον καὶ πιστότατον δοῦλον προεβίβασαν ἀξίως ἐν ὑπερτέραις ἀξίαις, πρωτοσπαθάριον ἔντιμον καὶ εὐγενῆ ἐκ προγόνων, καὶ εἰς ὑπέρτιμον δόξαν τῇ τοῦ ὑπάρχου ἀνύψωσαν ἀξίᾳ." Καὶ μετὰ τὸ στῆναι τὸν ὕπαρχον εἰς τὸν εἰωθότα τόπον τῆς αὐτοῦ στάσεως λέγει ὁ δῆμος· "Πρὸ πάντων εὐφημήσωμεν τοὺς δεσπότας τῆς οἰκουμένης." Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα τῶν εὐσεβεστάτων Αὐγουστῶν πολλὰ τὰ ἔτη." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ εἶθ' οὕτως λέγει ἄκτα ἀπὸ φθογγῆς· "Τίς οὐκ ἔχει ἐπὶ πλεῖον δοξάσαι" ἐκ γʹ· "τὸν μόνον ἀθάνατον βασιλέα" ἐκ γʹ· "τὸν τοιούτους δεδωκότα ἡμῖν δεσπότας," ἐκ γʹ· "προνοούμενος ἑκάστῳ τὴν σωτηρίαν," ἐκ γʹ· "καὶ προβιβάζων ἀξίαν τοῖς ἀξίοις," ἐκ γʹ· "καὶ σὲ ὁ δεῖνα ἐτίμησαν παραδόξως" ἐκ γʹ· "τῇ τοῦ ὑπάρχου περιδόξῳ 2.72 ἀξίᾳ," ἐκ γʹ· "ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης τοὺς 2.72 χρόνους αὐτῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Εἶτα λέγουσιν οἱ κράκται· "Εὐφημήσωμεν κατὰ χρέως τὸν ὕπαρχον Ῥωμαίων. Εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα, εἷσε ὁ δεῖνα, εἶσε ὕπαρχος, εἶσε." Καὶ εἶθ' οὕτως λέγουσιν οἱ κράκται· "Καλῶς ἦλθες, θεοστέπτων ὁ δοῦλος." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεῖνα ὕπαρχε τῶν Ῥωμαίων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης φυλάξῃ σε, ὕπαρχε, εἰς πλήθη χρόνων·" Καὶ μετὰ ταῦτα ἐπιδίδωσι λιβελλάριν ὁ δήμαρχος τῷ ὑπάρχῳ, καὶ λέγουσιν οἱ κράκται· "Καλῶς ἦλθες, ποθητὲ τῶν ἀνάκτων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεῖνα ὕπαρχε τῶν Ῥωμαίων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ἀξίως σε ἠγάπησαν οἱ δεσπόται" Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ