βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
τοῦ μέλλοντος ἀπόκρισιν λαβὼν, παρὰ μὲν τῶν πρεσβυτέρων ἀκούσας κουφίσαι τὸν λαὸν, παρὰ δὲ τῶν ὁμηλίκων ἐπιφορτίσαι, μᾶλλον τούτοις πεισθεὶς ̣46b κατὰ τὴν γʹ ἡμέραν τὴν τῶν 110.305 νεωτέρων συμβουλὴν πρὸς τὸν λαὸν ἀποκρίνεται· οἱ δὲ ἀναχωροῦσιν ἀποταξάμενοι τῇ αὐτοῦ ἀρχῇ. Καὶ αἱ μὲν ιʹ φυλαὶ καθιστῶσιν ἐφ' ἑαυτῶν τὸν Ἱεροβοὰμ, τὸν τοῦ Ναβὰτ καὶ Σαρίρας, γυναικὸς ἑταίρας, υἱὸν, ἐκ φυλῆς ὁρμώμενον τῆς Ἐφραῒμ, βασιλέα, παραμένουσι δὲ τῷ Ῥοβοὰμ ἡ τοῦ Ἰούδα καὶ Βενιαμὶν φυλή. Ἐξ ἐκείνου διαιρεθεὶς ὁ λαὸς, 181 ἴδιον ἕκαστον μέρος καὶ τὸ ὄνομα καὶ τὸν τῆς βασιλείας οἶκον ἐκέκτητο. καθὼς καὶ ἀνωτέρω εἰρήκαμεν.
ΞΘʹ. Ἀρχὴ τῶν ἐν Σαμαρείᾳ βασιλέων. Ἀρχὴ τῆς βασιλείας Ἱεροβοάμ. Μετὰ δὲ τὴν διαίρεσιν τῶν ιʹ σκήπτρων, ἐβασίλευσεν Ἱεροβοὰμ, ὡς εἴρηται, υἱὸς Ναβὰτ, ἐκ φυλῆς Ἐφραῒμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἀποστήσαντος τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ώπιον Κυρίου, καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπ έθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη μβʹ. ̣2 ̣ Ποιήσας γὰρ δαμάλεις χρυσᾶς βʹ καὶ τὴν μὲν στήσας ἐν Βαιθὴλ, τὴν δὲ ἐν ∆ὰν, ἔφη πρὸς τὸν λαόν· "Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου·" καὶ ἐξήμαρτεν αὐτοῖς ἁμαρτίαν μεγάλην, καὶ ἐπορεύθησαν υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ, καὶ ἐλάτρευσαν καὶ προσεκύ νησαν τοῖς ματαίοις ἕως οὗ μετέστησεν αὐτοὺς ὁ Κύριος ἀπὸ προσώπου αὐτοῦ εἰς Ἀσσυρίους.
Οʹ. Βασιλεία Ναβάτ. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασὰ, βασιλεύσας ἔτη βʹ.
ΟΑʹ. Βασιλεία Βαασά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πο λέμῳ, βασιλεύσας ἔτη κδʹ.
ΟΒʹ. Βασιλεία Ἠλά. 182 Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ζαμβρὶ, βασιλεύσας ἔτη βʹ.
ΟΓʹ. Βασιλεία Ζαμβρί. Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρὶ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐκαύθη ἐν οἴκῳ προσφυγὼν ὑπὸ τῶν πολεμίων, βασιλεύσας ἔτη ιβʹ.
Ο∆ʹ. Βασιλεία Ἀχαάβ. Μετὰ δὲ Ζαμβρὶ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη κβʹ.
ΟΕʹ. Περὶ τῆς Ἰεζάβελ καὶ περὶ τοῦ Ἠλίου προφήτου. Τῆς γὰρ γυναικὸς αὐτοῦ Ἰεζάβελ ἀποκτεινάσης 110.308 τὸν Ναβουθὲ, καὶ οὕτως αὐτοῦ τὸν ἀμπελῶνα λα βούσης, εἶπεν Ἠλίας ὁ προφήτης πρὸς αὐτόν· "Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκλη ρονόμησαςἐν τῷ τόπῳ ᾧ ἔλειξαν κύνες τὸ αἷμα Ναβουθὲ, ἐκεῖ λείξουσι κύνες τὸ αἷμά σου, καὶ τὴν Ἰεζάβελ καταφαγῶνται κύνες ἐν τῷ προτειχίσματι. Καὶ ἐξολοθρεύσω τὸν Ἀχαὰβ καὶ πάντα οὐροῦντα πρὸς τοῖχον." ̣2 ̣ Ὁ τοίνυν Ἀχαὰβ κτίσας 183 πόλεις μεγάλας καὶ ἰσχυρὰς καὶ οἶκον ἐλεφάντινον ἐν Σαμαρείᾳ θαυμάσιον σφόδρα καὶ μετὰ ταῦτα ποιήσας πόλεμον πρὸς τοὺς Σύρους, ἀφ' ὧν πατάξας ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιβʹ, ἤτοι χιλιάδας ρκʹ, καὶ τὸν βασιλέα τούτων Ἄδερ συλλα βὼν, ὃν καὶ περιποιησάμενος καὶ ἀποστείλας παρὰ γνώμην Θεοῦ, ἐλέγχεται σαφῶς ὑπὸ Μιχαίου τοῦ προφήτου λέγοντος· "Τάδε λέγει Κύριος· Ἐξα πέστειλας ἄνδρα ὀλέθριον ἐκ χειρός σου· ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός ̣47a σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Τοῦτο ἀκούσας ἀπῆλθε συγκεχυμένος καὶ λελυμένος πάνυ." ̣3 ̣ Ἐν τῷ γʹ ἔτει πάλιν ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ ἀγνωμονήσαντος καὶ παρασπονδήσαντος βασι λέως Συρίας, καὶ τοῦ Μιχαίου διακωλύοντος αὐ τὸν, εἶπε μετ' ὀργῆς πρὸς τοὺς περὶ αὐτὸν, συλλα βόντας "ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον ὀδύνης καὶ πινέτω ὕδωρ θλίψεως ἕως οὗ ἐπιστρέψωμαι μετ' εἰρήνης." Καί φησι Μι χαίας· "Ἐὰν ἐπιστρέφων