85
(περὶ οὖ τάχα φησὶ, Καὶ ὄψονται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου) καὶ ὑψηλῇ φωνῇ συγκαλεῖν ἐπὶ τὸ κριτήριον. Εἶτά φησι, Παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, ἄρχοντες. Ἀνθ' οὗ Σύμμαχός φησι· Κινήσατε χεῖρα, καὶ ἐξελευθέτωσαν θύρας. ∆ῆλον ὡς ἀπὸ τοῦ ἐξωτάτου σκότους, ἐν ᾧ καθειργμέναι τυγχάνουσιν. Αἳ οὐκ ἂν ἐξῆλθον, μὴ τοῦ κριτοῦ τοῦτο προστάξαντος. Ἐπιφέρει δὲ ὡς γίγαντές εἰσιν οἱ 2080 καλούμενοι. Ἀνθ' οὗ, Ἀκύλας καὶ Σύμμαχος δυνατοὺς ἐκδεδώκασι. Λέγει δὲ δυνάμεις τὰς τιμωρητικάς. Τοῦτο γὰρ ἡ Γραφὴ λέγουσα περὶ τῶν Αἰγυπτίων παρίστησιν· "Ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν·" ὧν δηλοῖ τὴν ἐπὶ τοῖς κολαζομένοις ὠμότητα, χαρὰν αὐτῶν λέγων καὶ ὕβριν. Ταῦτα μὲν οὖν φασι περὶ τούτων. Τὰ δὲ ἑξῆς, περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει, οἳ φωνὰς ἀφήσουσι, καθ' ἑαυτῶν ἐξομολογούμενοι, τὰς ἑαυτῶν ὀλοφυρόμενοι συμφορὰς, ὑπήκοοί τε καὶ βασιλεῖς, διὰ τοὺς ὁπλομάχους τοὺς φθείροντας Θεοῦ προστάξει τὴν οἰκουμένην. Τούτους ἔλεγε γίγαντας μακρὰν ὄντας πάλαι, καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένους. οἳ κατὰ καιρὸν κληθέντες φθείρουσι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην, μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. Οὕτω καὶ ἐν Εὐαγγελίοις τῶν ἐκ δεξιῶν κληθέντων ἐπὶ τὴν ἡτοιμασμένην αὐτοῖς βασιλείαν ἀπὸ καταβολῆς κόσμου, ἐπὶ τοὺς ἐν ἀριστεροῖς ἡ ἀπειλὴ τοῦ πυρὸς ἐξενήνεκται. Ταῦτα περὶ τῆς μελλούσης εἰπὼν κρίσεως, ἐπεὶ μήπω ταύτης καιρὸν, ἐπὶ μετάνοιαν πρὶν γενέσθαι ταύτην καλεῖ τοὺς ἁμαρτωλοὺς, ἐπὶ τοῖς ἰδίοις κακοῖς ἀποκλαίεσθαι παραινῶν. Ἥξει γὰρ, φησὶν, ἡ προλεχθεῖσα τῆς ὀργῆς ἡμέρα, καὶ πλησίον ἐστίν. Πολὺς δὲ ὁ χρόνος ἀφ' οὗ ἐγγίζειν αὐτὴ λέγεται πάντων τῶν προφητῶν διαμαρτυραμένων αὐτῆς τὴν ἐγγύτητα, ὡς ἂν μηδεὶς ἀναπεπτωκὼς, ὡς χρονιζούσης αὐτῆς ἀνέτοιμος εὑρεθῇ. Τίνες δὲ οἱ πρέσβεις οἱ ταρασσόμενοι, ἡνίκα ἂν ἐπιστῇ ἡ τοῦ Κυρίου ἡμέρα; ∆ῆλον ὅσους διὰ παραβολῆς ᾐνίξατο Κύριος. "Ἄνθρωπος γὰρ, φησὶν, εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι." Εἶτα περὶ τῶν δέκα μνῶν τῶν δοθεισῶν τοῖς δούλοις εἰπών φησιν· "Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν, καὶ ἔπεμψαν ὀπίσω αὐτοῦ πρέσβεις, ὅτι Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς." Καὶ πῶς γὰρ οὐκ εὐγενὴς ὁ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ἔχων τὴν ὕπαρξιν; καὶ ὁ κατὰ τὸν Σωτῆρα δὲ ἄνθρωπος, εὐγενὴς ἂν λέγοιτο γεγονὼς ἐκ σπέρματος ∆αβίδ. Πορεύεται οὖν εἰς χώραν μακρὰν, οὐ τοσοῦτον τῷ τόπῳ διεστῶσαν, ὅσον τῇ καταστάσει τῶν πραγμάτων. Ἐγγὺς γὰρ ὁ Θεὸς τῶν ἀγαθῶν, τῶν δὲ πλημμελούντων ἀπῴκισται. Ὃς διαβόλου τυραννίδι τὸν κόσμον ἰδὼν ὑποκείμενον, ἐλεήσας τοὺς ἀνθρώπους, βασιλεὺς αὐτῶν γενέσθαι κατεδέξατο. ∆εῖ γὰρ αὐτὸν βασιλεῦσαι, ἄχρις οὗ θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. Ἦλθεν οὖν εἰς χώραν μακρὰν τοῦ Θεοῦ, τὸν περίγειν τόπον τὴν ἐπὶ τὰ ἔθνη βασιλείαν λαβεῖν, κατὰ τὸ, "Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου." Οἱ δὲ τελοῦντες ὑπὸ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, οὐ μόνον ἄνθρωποι, ἀλλὰ καὶ δυνάμεις, τὴν αὐτοῦ βασιλείαν οὐ κατεδέξαντο. ∆όντος δὲ αὐτοῦ τὰς ἐντολὰς, καὶ τὴν ἐργασίαν ἐπιζητοῦντος 2081 αὐτῶν, ἔπεμψαν πρέσβεις ὀπίσω αὐτοῦ ἀρνούμενοι τὴν αὐτοῦ βασιλείαν. Εἶεν δ' ἂν οἱ πρέσβεις, οἱ τὸν θάνατον ἐνεργήσαντες αὐτοῦ, νομίσαντες διὰ τοῦ σταυροῦ διακόπτειν αὐτοῦ τὴν βασιλείαν, λέγοντες τῷ Πιλάτῳ· "Μὴ γράφε ὅτι βασιλεὺς τῶν Ἰουδαίων, ἀλλ' ὅτι ἐκεῖνος εἶπε, βασιλεύς εἰμι·" οἳ κατακριθέντες ἐκ τῆς ἑαυτῶν πονηρίας ἐμποδὼν οὐ γεγόνασι τῇ οἰκονομίᾳ. Οὐδεὶς δὲ θέλει φαῦλα πράττων, ὑπὸ Χριστοῦ βασιλεύεσθαι. Περὶ ὧν, ὅτι ταραχθήσονται, φησὶν ὁ προφήτης, ὅταν ἴδωσι τὸν Κύριον μετὰ δόξης ἐρχόμενον. Ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται ἀνίατος. Ταύτην ἄλλην εἶναί φασι παρὰ τὴν προτέραν, περὶ ἦς εἶπεν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου. Ἐκείνη γὰρ, περὶ τῆς ἰδίας ἑκάστου συντελείας, ἥτις ἐγγὺς πάρεστιν· ἡ δὲ νῦν, περὶ τῆς καθολικῆς, ἥπερ δὴ καὶ κυρίως ἐστὶν ἡμέρα. Νυκτὶ γὰρ οὐ διακόπτεται. ∆ιὸ καὶ ἐν αὐτῇ φανεροῦται τὰ κρυπτὰ τοῦ