βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐπιστρέψῃς μετ' εἰρή νης, οὐ λελάληκε Κύριος ἐν ἐμοί." Καὶ εἰσελθὼν ἐν τῷ πολέμῳ, καὶ τοξευθεὶς ἀναμέσον τοῦ θώρακος καὶ τοῦ πνεύμονος καὶ ὑποστρέψας διὰ τοῦ ἅρμα τος, καὶ θανὼν, ἔλειξαν οἱ κύνες τὸ αἷμα αὐτοῦ ἐκεῖ εἰς τὸν τόπον ὅπου καὶ Ναβοὺθ, κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ Κύριος ἐν χειρὶ Ἠλιοῦ τοῦ προ φήτου. ̣4 ̣ Περὶ οὗ καὶ Θεοδώρητός φησιν· "Ἄξιον ὄντως διαπορῆσαι τίνος ἕνεκεν ὁ θεῖος προφήτης καὶ ζηλωτὴς διάπυρος καὶ τηλικοῦτος τερατουργὸς τὸν μὲν Ἀχαὰβ παῤῥησιαστικῶς καὶ ἀνενδοιάστως κατὰ πρόσωπον διήλεγχεν, τῆς δὲ γυναικὸς αὐτοῦ Ἰεζά βελ οὐδὲ ψιλὴν ἀπειλὴν ἐνεγκὼν, ὁδὸν ἀπέδρα μʹ ἡμερῶν· ἀλλὰ δῆλον, ὅτι εἰ καὶ τοιοῦτος ἦν ὁ παν οίδιμος ἐν ταῖς ὑπὲρ ἄνθρωπον θαυματουργίαις, ἀλλ' ἄνθρωπος ὑπῆρχεν, οὐκ ἄμοιρος τῆς φυσικῆς ἀσθενείας, ἄλλως τε δὲ καὶ τῆς θείας οἰκονομίας ἦν τὸ δέος· ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις 184 τῇ φύ σει τὴν δειλίαν ἐνδείξασθαι, πρὸς ἐπίγνωσιν τῆς ἀν θρωπίνης ἀσθενείας. Τούτου χάριν αὐτῷ καὶ δεδή λωκεν ὁ ∆εσπότης· "Μὴ καυχῶ, Ἠλία· ἑπτὰ χι λιάδες εἰσὶν, αἳ οὐκ ἐμιάνθησαν τῇ ἀσεβείᾳ." 110.309 Πρὸς δὲ τούτοις ἐδίδαξεν ὡς ἡμερότητι καὶ μακρο θυμίᾳ πρυτανεύειν εὐδόκησεν τὸ τῶν ἀνθρώπων γένος, καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονίσαι τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἐπαφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην πάντας διωλέσαι· διό φησιν· "Καὶ πνεῦμα μέγα, κραταιὸν, διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος. Καὶ μετ' αὐτὸ πνεῦμα συσ σεισμός· καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος. Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ· οὐκ ἐν τῷ πυρὶ Κύ ριος. Καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς· καὶ ἐκεῖ Κύριος." ∆ιὰ γὰρ τούτων ἔδειξεν, ὅτι μακρο θυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τὴν δικαίαν ὀργὴν ἐφέλκε ται. Τίνος δὲ χάριν πάλιν διὰ κόρακος τρέφεται, ἄκουσον· ἐπειδὴ γὰρ ὁ Θεὸς τὴν δικαίαν τοῦ δικαίου ζηλωτοῦ κατὰ τῶν παρανόμων Ἰουδαίων ἀγανά κτησιν ἐκμαλάξαι βουλόμενος, παρεσκεύασεν αὐτὸν διὰ μισοτέκνου ὀρνέου τρέφεσθαι, καὶ τίκτοντος μὲν, οὐ τρέφοντος δέ. Ὁμοίως καὶ ∆αυῒδ, καίτοι πά σης τῆς κτίσεως φυσικῷ λόγῳ πρὸς τὸν ∆ημιουργὸν ἀποβλεπούσης· "Οἱ ὀφθαλμοὶ γὰρ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ," - ̣47b καὶ κοράκων ἐμνήσθη κατ' ἐξο χὴν λέγων· "Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐ τῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλου μένοις αὐτόν." Μάλιστα μὲν γὰρ πάντα ἡ θεία Πρόνοια, φησὶ, τρέφει, διαφερόντως δὲ τοὺς νεοσ σοὺς τῶν κοράκων τοὺς παρὰ τῶν τεκόντων ἀνελο μένους· ζωΰφια γὰρ μικρὰ ταῖς καλιαῖς περι ιπτάμενα, τροφὴ αὐτοῖς γίνεται. Μόνον οὐχὶ τούτοις συνεβούλευσεν ὁ Θεὸς τῷ Ἠλίᾳ ἐπὶ τῆς δικαίας εὐ δίας τοῦ λαοῦ μὴ σφοδρωτάτῃ ἀγανακτήσει χρήσασθαι μηδὲ τῆς τοῦ μισοτέκνου πετεινοῦ φιλαν θρωπίας καὶ ὑπηρεσίας ἀπάνθρωπον ὤφθη καὶ ἀμείλικτον; Τὸ μὲν γὰρ διὰ τὴν ἐμήν σε πρόστασιν 185 τρέφει, σὺ δὲ τῆς ἀγανακτήσεως ὅλως γενόμενος τιθήνιος, τὰ τῆς φιλανθρωπίας ὑπερεῖδες δίκαια."
Οςʹ. Βασιλεία Ὀχοζίου. Μετὰ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ πεσὼν ἐκ τοῦ ὑπερῴου τοῦ οἴκου αὐτοῦ, ἀῤῥωστή σας ἀπέθανε, βασιλεύσας ἔτη βʹ.
ΟΖʹ. Βασιλεία Ἰωράμ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Ἰωρὰμ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ἰηοῦ, βασιλεύσας ἔτη ιβʹ, ὃς ὑποτάξας τὸν Βασὰ βασιλέα Μωὰβ, ἦν λαμβάνων ἐξ αὐτοῦ φόρους κατ' ἐνιαυτὸν ἀρνῶν χιλιάδας ρʹ καὶ κριῶν χιλιάδας ρʹ. ̣2 ̣ Ἐφ' οὗ Ἠλίας ὁ μέγας ἀνελήφθη, χρίσας τὸν Ἑλισσεὲ ἀντ' αὐτοῦ εἰς προφήτην. ̣3̣ Ἄδερ, βασιλεὺς Συρίας, ἦλθε καὶ παρακαθίσας εἰς Σαμάρειαν, γέγονε λιμὸς μέγας, ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων λʹ. "Καὶ ἦν Ἰωρὰμ δια πορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνή τις ἐβόησε 110.312 πρὸς αὐτόν· Σῶσον, κύριε βασιλεῦ. Καὶ ἀποκρι θεὶς εἶπε· Μὴ σώσαι σε Κύριος; πόθεν σῶσαι; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; Καί φησιν ἡ γυνή· Οὐχὶ, βασιλεῦ,