86
σκότους. Ὁ δὲ παρὼν βίος, νύξ· ἐν ᾧ ταῦτα συγκέκρυπται. Ἐκείνην οὖν ἀνίατον ἔφησεν. Οὐκ ἔστι γὰρ ἐξετάσασθαι τοὺς προσαγομένους ἐν αὐτῇ πόνους. Οἰκονομικὸν δὲ τοῦτο, φασὶ, φόβον ἐμποιοῦν πρὸς τὸ ἐργάζεσθαι, ἕως ἡμέρα ἐστίν· ἔρχεται γὰρ νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάσασθαι· δεδεμένος δὲ χεῖρας καὶ πόδας τῷ δεσμῷ τῶν ἰδίων ἁμαρτημάτων, εἰς τὸ σκότος ἐμβάλλεται. Τότε δὲ, φησὶν, οἱ ἀστέρες τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, λέγοντος τοῦ Κυρίου. Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται, καὶ τὰ ἐπὶ τούτοις, οἷς ἐπιλέγει· καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὧ σύμφωνον τό· Φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων. Φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων. ιβιʹ. 9Καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. Καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι μᾶλλον, ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος μᾶλλον ἔντιμος ἔσται ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ9, κ.τ.λ. Καὶ ταῦτα πάλιν, οἱ μὲν τοῖς περὶ τῆς καθόλου κρίσεως προσκεῖσθαί φασιν, οἱ δὲ περὶ Χαλδαίων ἰδικώτερον λέγεσθαι, ἀγαθότητος δὲ Θεοῦ τὸ, ὕβριν ἀνόμων καὶ ὑπερηφάνων ἀπολεῖν τε καὶ ταπεινοῦν, ὡς ἂν ἀποκαταστήσῃ καθαρὸν ἀπὸ πάσης κακίας τὸ ἑαυτοῦ δημιούργημα· ὡς καὶ τὴν σοφίαν τῶν σοφῶν ἀθετεῖ διελέγχων, οὐκ οὖσαν ἀληθῆ καθ' ἃ τοῖς πλανωμένοις δοκεῖ. Οὕτως ὑπὸ ἰατροῦ νόσος ἀπόλλυσθαι λέγεται, καὶ σκότος ὑπὸ ἡλίου. ∆ιὸ καὶ Ἰακὼβ εὐλογῶν τοὺς υἱοὺς Συμεὼν καὶ Λευὶ, Ἐπικατάρατος, φησὶν, ὁ θυμὸς αὐτῶν· τὴν πονηρὰν γὰρ ἕξιν διὰ τῆς κατάρας ἐξαναλίσκει, ὡς ἂν τὸ καταλειπόμενον ἐν αὐτοῖς ἄξιον τῆς εὐλογίας τοῦ πατριάρχου γένηται. Οὕτω καὶ Νῶέ φησιν· Ἐπικατάρατος Χαναάν· καίτοι Χὰμ ἦν ὁ λελυπηκὼς, ἀλλ' ὅμως οὐκ αὐτῶ καταρᾶται, ἀλλὰ τῷ γεννήματι αὐτοῦ, 2084 καὶ τῷ ἔργῳ, ᾧπερ συμβολικῶς ὀνομάζεται Χαναάν. Ἑρμηνεύεται γὰρ, ὡς σάλος. Ἐν κινήσει γὰρ ἡ ἕξις γινομένη τὸ πάθος ἐπιτελεῖ. Ἡ δὲ ὕβρις, ἢν ἀπολεῖν φησι, πάσης ἐστὶν ἀνομίας ἐμφατική. Οἱ γὰρ ἄνομοι ὑβρίζουσι μὲν εἰς τὸν ναὸν, ὑβρίζουσι δὲ εἰς τὸν πλησίον, καὶ εἰς τὸ κατ' εἰκόνα. Καὶ διὰ τῆς εἰκόνος ἡ ὕβρις ἀναβαίνει ἐπὶ τὸν κτίσαντα, καθὰ καὶ εἰς βασιλέα, διὰ τῆς εἰκόνος ὑβριζομένης. Καὶ πρὸ πάντων, δι' ὧν τις ἁμαρτάνει, ἑαυτὸν καθυβρίζει· ὕβρεως ἄρα γέννημα πᾶσα ἁμαρτία· καὶ τοῦ ὑβριστοῦ πρώτου καθάπτεται· οὕτω δὲ καὶ ὑπερηφανία τῆς ἀνομίας ἐστὶν ἀδελφή. Ὧ γὰρ ἄν τις ἁμάρτῃ, τὴν ἐναντίαν ἀρετὴν ὑπερηφανεῖ τῷ πλημμελήματι. Ὁ οὖν ἀντιτασσόμενος ὑπερηφάνοις Κύριος, καὶ ταπεινῶν ἁμαρτωλοὺς ἕως γῆς, ἐπαγγέλλεται τὴν ὕβριν τῶν ὑπερηφάνων ταπεινώσειν, ῥυόμενος αὐτοὺς ἐκ τῆς πρὸς τὸν διάβολον ὁμοιότητος, ὃς πατήρ ἐστιν ὑπερηφανίας, ἐνάγων αὐτοὺς πρὸς τὸ μαθητεύεσθαι τῷ εἰπόντι· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ. Ταῦτα δὲ, φασὶ, καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κρίσεως εἴρηται· διὸ ἐν αὐτοῖς, τῆς οἰκουμένης ὅλης μεμνημένος, οὐδεμίαν Βαβυλῶνος πεποίηται μνείαν, μετὰ δὲ τὸ ἐπενεχθῆναι τὰ εἰρημένα, οἱ ἐκ πολλῶν εὑρισκόμενοι ἄνθρωποι μηδὲν βλαβέντες τὴν ψυχὴν ἀπὸ τῆς πρὸς τοὺς ἀνόμους κοινωνίας, διὰ δὲ πειρασμῶν μυρίων βάσανον δεδωκότες ἀκριβῆ τῆς ἑαυτῶν προαιρέσεως, παντὸς τιμίου δοκοῦντος ἐν ἀνθρώποις ἔσονται τιμιώτεροι, τῆς ἀνδρὸς εὑρεθέντες ἄξιοι προσηγορίας, καὶ τὸ κατὰ φύσιν λογικὸν διασώζοντες, χρηματίζοντες ἄνθρωποι, τῷ μὴ τεθηριῶσθαι τοῖς ἄλλοις ὁμοίως. Ἄπυρος δὲ χρυσὸς, ὁ διὰ τὸ φύσει καθαρὸν καὶ ἀμιγὲς πρὸς ἄλλα, πυρώσεως οὐ δεόμενος. Σουφεὶρ δὲ χώρα τῆς Ἰνδικῆς, ἔνθα γίνεσθαι τὰς τιμιωτάτας λίθους φησί. ∆ηλοῖ τοίνυν ἢ τῶν ἀρετὴν ἐχόντων τὸ σπάνιον, ἢ τῶν ὅλως ζώντων μετὰ τὴν ἅλωσιν Βαβυλῶνος· εἴγε περὶ ταύτης ὁ λόγος, ἐφ' οἷς οὐρανοῦ θυμὸν ὑποτίθεται, οὐχ ὡς ἐμψύχου, καθ' ἃ δή τινες οἴονται, ἀλλὰ τὰς ἐν αὐτῷ δυνάμεις δηλῶν, ὥσπερ φαμὲν, Ἡ πόλις ἐκβέβηκε, Πᾶσα ἡ πόλις ᾔτησέ τι παρὰ τοῦ ἄρχοντος, τοὺς ἐνοικοῦντας σημαίνοντες. Συγκινεῖται δὲ τῷ ∆εσπότῃ κατὰ τῶν ἀσεβούντων ἡ κτίσις· ὡς καὶ χαρὰ γίνεται ἐν τοῖς μετανοοῦσιν ἐν οὐρανῷ. Καὶ ἀλλαχοῦ δὲ ἐπὶ τοῖς ἀνόμοις ὁ οὐρανὸς ἐξίσταταί τε καὶ φρίττει· καὶ ἐν