87
Αἰγύπτῳ γὰρ ὕδωρ μὲν εἰς αἷμα μετέβαλεν· ἐξῆρψε δὲ βατράχους ἡ γῆ· καθῆκε δὲ χάλαζαν οὐρανός· ὁ δὲ ἀὴρ σκότος ὑπῆρχε βαθύτατον. Οὕτω δὲ καὶ νῦν οὐρανοῦ θυμὸν νοητέον, ὡς ἅπερ ἐξ αὐτοῦ τοῖς κολαζομένοις ἐπάγεται φοβερὰ, ἄστρων ἐκλείψεις, σκηπτοί τε καὶ σκληραὶ βρονταὶ, καὶ 2085 ἀέρος ἀχλὺς, ἃ δὴ γίνεται διὰ θυμὸν ὀργῆς Κυρίου, οὕτω λεγομένης τῆς κατὰ κόλασιν ἀναθυμιάσεως, καὶ τῆς ἐπὶ τοῖς ἡμαρτηκόσιν ἐξάψεως. Γῆ δὲ, φησὶν, ἐκ τῶν θεμελίων σεισθήσεται· τοῦτ' ἔστιν, οὐκ ἐπιβολῆς ἔχουσα τὸν βρασμόν. Θεμέλια δὲ γῆς ἄγνωστά φησιν ἐν Ἰὼβ ἀνθρώπου φύσει Κύριος. "Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; ἢ τίς ὁ ἐπαγαγὼν σπαρτίον ἐπ' αὐτήν; ἐπὶ τίνος οἱ κρίκοι αὐτῆς πεπήγασιν; τίς δέ ἐστιν ὁ βαλὼν λίθον γωνιαῖον ἐπ' αὐτῆς;" Οἱ δὲ τῆς ἔξω σοφίας φασὶ τεθεμελιῶσθαι τὴν γῆν ἐν τῷ κέντρῳ τῆς περιεχούσης οὐρανοῦ σφαίρας αὐτήν. Ἰσόῤῥοπος γάρ περ ἀφισταμένη πανταχόθεν, ἐστὶν ἀκλόνητος· καὶ ταῦτα δὴ, φασὶ, τὰ ῥητὰ δηλοῖ τὴν συντέλειαν. Οἱ δὲ περὶ Βαβυλωνίων εἰρῆσθαι νομίζοντες λέγουσιν, ὡς οἱ προφῆται τὴν θείαν καὶ ἄφραστον δύναμιν δεχόμενοι κατὰ νοῦν, ὑπερβολικῶς αἴρουσιν ὑψοῦ τὰς φωνὰς, καὶ μεγέθη τοῖς διηγήμασιν ἐπινοοῦσιν ἐξαίρετα. Οἱ δὲ φεύγειν, φησὶ, τότε πειρώμενοι τὰ δεινὰ, δόξουσιν ἐοικέναι δορκαδίῳ σμικρῷ, ἀλλ' οὐ τελείοις, κοῦφόν τε καὶ ταχὺν ποιουμένοις τὸν δρόμον· εὐπτόητον δὲ τὸ ζῶον, κἀν ταῖς φυγαῖς οὐχ ἱστάμενον. Καὶ ὡς πρόβατον ἔσονται πλανώμενον. Οὐ γὰρ ἔχει σύνεσιν οἰκείαν τὸ πρόβατον, ὡς ὁρμίσαι μὲν ἐπὶ τὰς τροφίμους νομὰς, αὐλισθῆναι δὲ ἐν τόποις ἀσφαλεστέροις, ἢ πότον ἑαυτοῖς ἐκζητῆσαι, ἐὰν μή τις ᾖ ποιμαίνων, καὶ ἐπ' αὐτὰ καθηγούμενος. Οὕτως οὖν τοῖς φεύγουσί φησιν, Οὐκ ἔσται τις ἄρχων ὁ καὶ συνάγειν δυνάμενος, καὶ καταφυγὴν αὐτοῖς παρασχεῖν. Οἱ μὲν γὰρ διασπείρονται διωκόμενοι· οἱ δὲ μένοντες, ἡττηθήσονται· ἢ καὶ, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ἐκκεντηθήσονται. Οἱ δὲ κἂν συστῶσι ἀλλήλων, ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ Θεοῦ. Οὐ μόνον δὲ ταῦτα διαθήσουσιν τοὺς ἀσεβεῖς αἱ δυνάμεις αἱ τιμωρητικαὶ, ἤγουν τοὺς Βαβυλωνίους οἱ Πέρσαι· ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας, ὡς ὁμοίως ὑπάρχοντας ἀσεβεῖς. Τὸ δὲ εἰς τὴν χώραν αὐτοῦ διῶξαι, ἀντὶ τοῦ ἐπειχθῆναι. ∆εδιότες γὰρ τοὺς πολεμίους, φησὶ, καὶ τὴν ἡδίστην αὐτοῖς φεύξονται χώραν. Συμφωνεῖ δὲ τῷ τοὺς παῖδας ἄρξουσιν, ὁ ∆αβὶδ πρὸς τὴν Βαβυλῶνα λέγων, "Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν." Εἰ δὲ δεῖ νοητῶς περὶ τῶν συμβεβηκότων Ἀσσυρίοις εἰπεῖν, εὕροις ἂν ἀκωλύτως τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ λεχθείσῃ τὰ περὶ τῆς νοητῆς Βαβυλῶνος, καὶ τοῦ ταύτης ἄρχοντος 2088 διαβόλου λεγόμενα, ὃς κατὰ τὸν ἱστορικὸν βασιλέα πολεμεῖ μὲν ἀεὶ τοῖς ἀνακειμένοις Θεῷ, πολλούς τε λίαν αἰχμαλώτους ἐργάζεται, καὶ τούτοις ἐπιχαίρει τῆς πατρίδος ἐληλαμένοις, καὶ γῆς τῆς ἁγίας. Ἀλλ' ἐγήγερται τὸ τοῦ Σωτῆρος σημεῖον ὁ θεῖος σταυρὸς, καὶ ἠλαλάξαμεν κατ' αὐτοῦ ᾠδὴν ᾄδοντες ἐπινίκιον τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν τε νενικηκότι, καὶ τὴν φωνὴν ὑψώσαμεν, τῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι. Ἐντέταλται δὲ καὶ ὁ Κύριος ἔρχεσθαι ἔθνει ὁπλομάχῳ, δηλονότι τῷ τῶν ἁγίων, οἷς ἡ μάχη οὐ πρὸς αἷμα καὶ σάρκα, πρὸς ἀρχὰς δὲ μᾶλλον καὶ ἐξουσίας, ἀντετάξαντό τε καὶ νενικήκασιν ἀντεπάγοντες αὐταῖς τὴν πολιορκίαν οἷά τινα πόλιν, τὴν εἰδωλολατρείαν πορθοῦντες τὴν πάλαι δεινὴν καὶ ἀνάλωτον Χριστοῦ στρατηγοῦντος, καὶ τῶν ὑπερασπιζόντων ἀγγέλων, ὡς εὐαριθμήτους λείπεσθαι τῶν ὑπ' ἐκείνων ἁλόντων, καὶ τούτους περιδεεῖς καὶ ἀπειρηκότας παντελῶς τὴν ἀντίστασιν. Ἐπὶ τοιαύτην ἡμᾶς ὁ προφήτης ἀλληγορίαν κινῶν, μετὰ τὰ περὶ τοῦ Σωτῆρος, τὰ περὶ τῶν Βαβυλωνίων ἐπήνεγκεν. ιζκβʹ. 9Ἰδοὺ ἐπεγείρω ἡμῖν τοὺς Μήδους, οἲ ἀργύριον οὐ λογίζονται, οὐδὲ χρυσίου χρείαν ἔχουσι. Τοξεύματα νεανίσκων συντρίψουσι, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν. Ταχὺ ἔρχεται, καὶ οὐ χρονιεῖ9. Οἱ περὶ καθολικῆς κρίσεως εἰρῆσθαι τὰ προλαβόντα