De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
Μηνύονται καὶ ἀνέρχονται τὰ δύο μέρη ἐν τῷ Ὀνοποδίῳ, καὶ παραδίδωσιν ὁ πραιπόσιτος τὸν πρῶτον δήμαρχον εἰς τὸ μέρος αὐτοῦ, ὁμοίως καὶ τὸν ἕτερον εἰς τὸ μέρος αὐτοῦ· τὰ δὲ λοιπὰ πάντα τελεῖται, καθὼς ἀνωτέρω εἴρηται. Τὰ μὲν χλανίδια ἐπαίρουσιν οἱ δήμαρχοι ἀπὸ τῶν διαδεδεγμένων δημάρχων, ὁ Βένετος βένετον καὶ τύρεον, καὶ ὁ Πράσινος ὁμοίως, ἐπειδὴ βασιλικά εἰσιν.
2.80 ΖΕʹ (ΝΖʹ.) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ δευτερεύοντος.
Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ περὶ προβολῆς δευτερεύοντος, καὶ ἀποστέλλει ὁ πραιπόσιτος σιλεντιάριον, καὶ ζητεῖ τὸν δήμαρχον, καὶ ἐὰν εὑρεθῇ, δίδωσιν ἀπόκρισιν τοῖς δεσπόταις, καὶ οἱ δεσπόται παραδιδοῦσιν τῷ πραιποσίτῳ ὃν βούλονται προβαλέσθαι δευτερεύοντα. Καὶ ἐξέρχεται ὀψικευόμενος ὑπὸ κουβικουλαρίων καὶ σιλεντιαρίων τῶν ὄντων ἑβδομαρίων, καὶ παραδίδωσι τὸν δευτερεύοντα τῷ δημάρχῳ, καὶ ἐπεύχονται τοῖς δεσπόταις. Προβάλλεται δὲ ἢ ἐν τῷ ἡμικυκλίῳ, ἢ ἐν τῇ Θερμάστρᾳ· εἰ δὲ ἀσθενεῖ ὁ δήμαρχος, ἐπαίρει αὐτὸν ὁ ἑβδομάριος σιλεντιάριος παρὰ τοῦ πραιποσίτου, καὶ ἀπέρχεται ἐν τῷ οἴκῳ τοῦ δημάρχου, καὶ παραδίδωσι τῷ δημάρχῳ τὸν δευτερεύοντα. Χρὴ δὲ εἰδέναι ὅτι, ὅτε ὁ πραιπόσιτος παραδίδωσι τῷ σιλεντιαρίῳ τὸν δευτερεύοντα, εὑρίσκονται καὶ οἱ τοῦ μέρους, ὁ γειτονιάρχης, ὁ νοτάριος, ὁ χαρτουλάριος, ὁ ποιητής, ὁ μελιστὴς καὶ ὁ μαΐστωρ, ἵνα καὶ αὐτοὶ παραλάβωσιν αὐτὸν παρὰ τοῦ πραιποσίτου. Χρὴ δὲ εἰδέναι ὅτι οἱ δύο δευτερεύοντες τὴν αὐτὴν ἀκολουθίαν ἔχουσι, τοῦ Βενέτου καὶ Πρασίνου.
2.81 Ξζʹ (ΝΖʹ) Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συμπόνων καὶ λογοθετῶν.
Κελεύουσιν οἱ δεσπόται προβάλλεσθαι αὐτοὺς τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος οὐκ ἐξέρχεται, ἀλλ' ἀποστέλλει σιλεντιάριον τὸν ἔχοντα ἑβδομάδα ἐν τῇ προελεύσει τοῦ Ἱπποδρόμου, ἵνα ἴδῃ, ἐάν ἐστιν ὁ ὕπαρχος ἐκεῖσε. Καὶ εἰ μέν ἐστιν, εἰσέρχεται ὁ σιλεντιάριος, καὶ δίδωσιν ἀπόκρισιν τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος ἀναγάγει τοῖς δεσπόταις, καὶ παραλαμβάνει παρὰ τῶν δεσποτῶν τὸν ὀφείλοντα προβληθῆναι σύμπονον. Καὶ ἐξέρχεται ὁ πραιπόσιτος ὀψικευόμενος ὑπὸ κουβικουλαρίων καὶ σιλεντιαρίων, καὶ ζητοῦσιν τὸν ὕπαρχον ἐν τῷ ἡμικυκλίῳ τῶν Σκύλων, καὶ παραδιδοῦσιν αὐτῷ σύμπονον, καὶ ἐπεύχονται τοῖς δεσπόταις, καὶ ἐξέρχονται. Ἐὰν δὲ οὐχ εὑρεθῇ ὁ ὕπαρχος ἐν τῇ προελεύσει, ζητεῖται παρὰ τοῦ διατρέχοντος καὶ εἰ μὲν ἔλθῃ πρὸ τοῦ ἀκουμβίσαι τοὺς δεσπότας, ἀναγγέλλει ὁ πραιπόσιτος τοῖς δεσπόταις, καὶ γίνεται ἡ ἀκολουθία, καθὼς ἀνωτέρω εἴρηται, παραδιδοὺς αὐτὸν ἐν τῇ Θερμάστρᾳ. Εἰ δὲ συμβῇ ἀσθενεῖν τὸν ὕπαρχον, παραδιδοῦσιν οἱ δεσπόται τὸν σύμπονον τῷ πραιποσίτῳ, καὶ ἐξελθὼν ὁ πραιπόσιτος ζητεῖ, ἐάν ἐστιν λογοθέτης ἢ καὶ ἕτερος σύμπονος, καὶ παραδιδοῦσιν αὐτὸν ἐνώπιον αὐτῶν τῷ σιλεντιαρίῳ τῷ ὄντι ἑβδομαρίῳ, ὅπως ἀπελθὼν ἐν τῷ οἴκῳ τοῦ ὑπάρχου, παραδῷ αὐτῷ σύμπονον· ὁμοίως καὶ ὁ λογοθέτης τοῦ πραιτωρίου οὕτως προβάλλεται, μὴ ἔχων ἀκολουθίαν ἢ τάξιν πλείω ἢ ἐλάσσω.