δίκην ἐξευρύνεσθαι πεφυκὸς, καθ' ὧνπερ ἂν βούλοιτο Θεός· ἱστορίας δὲ διαμέμνηται καὶ νῦν, ἣν ἀναγκαῖον εἰπεῖν· συνήσομεν γὰρ ὡδὶ, καὶ οὐχ ἑτέρως, τὸ χρησμῳδούμενον. ἔθος ἦν ἅπασι τοῖς εἰδώλων προσ- κυνηταῖς, καιροῦ καταθλίβοντος καὶ πολεμίων ἐφεστηκότων, εἰ ἐν ἐνδείᾳ γένοιντο χρημάτων, ἅπτεσθαι καὶ αὐτῶν τῶν ἐν τοῖς τεμένεσιν ἀναθημάτων. γέγραπται τοίνυν ἐν ταῖς βασι- λείαις, ὅτι πολιορκοῦντος τὰς ἐν Σαμαρείᾳ πόλεις τοῦ βασιλέως Συρίας, Μαναεῒμ, τὸ τηνικάδε βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ, εἶτα ταῖς ἴσαις δυνάμεσιν ἀντιφέρεσθαι πρὸς ἐκεῖ- νον οὐκ ἔχων, ἐπρεσβεύετο πρὸς Φούλαν τὸν τῶν Ἀσσυρίων βασιλέα, καὶ δώροις ἀνέπειθεν ἐπαμύναι τε οἱ, καὶ ἀποστῆσαι τὸν Σύρον, ὃ δὴ καὶ τετέλεσται. εἷλε γὰρ ἐκεῖνος κατὰ κράτος τὴν ∆αμασκὸν, ἀποσφάττει δὲ καὶ αὐτὸν τὸν Ἄδερ. φασὶ τοίνυν, ὅτι πλείστης ὅσης ὁλκῆς ζητουμένης χρυσίου, περιέστη λοιπὸν εἰς τοῦτο τῷ Μαναεῒμ ἀνάγκης τὰ πράγ- ματα, ὡς καὶ μίαν δάμαλιν ὑφελέσθαι χρυσῆν, καὶ συν- αποστεῖλαι διὰ τῶν πρέσβεων. καὶ τεθρήνηκε μὲν ὁ Ἰσραὴλ, ἣν ἐνόμιζεν εἶναι θεὸν, ἐκπεμπομένην ὁρῶν. ᾤετο γεμὴν, ψυχροῖς ἑαυτὸν λογισμοῖς παραμυθούμενος, ὡς ἐν μείζοσιν 1.210 ἔσται, καὶ λαμπροτέροις αὐτὴν ἐνιδρύσει ναοῖς ὁ Βαβυλώνιος. διέκειτο δὲ πρὸς τούτοις, ὅτι προσκυνηθήσεται καὶ παρὰ πλειόνων ἐθνῶν· μυρία γὰρ ὅσα ἐστὶ τὰ Περσῶν τε καὶ Μήδων ἔθνη. ὁ μὲν οὖν Μαναεῒμ, ὡς ὅλην οὖσαν δι' ὅλου χρυσῆν, πέπομφε τὴν δάμαλιν· ὁ δέ γε Φούλα συνέθλασε λαβών· ἕτερον γὰρ παρ' ἐκείνοις τὸ σέβας, καὶ δαμάλεως οὐκ ἀνέχονται. εἶτα, φασὶν, οὐχ ηὑρῆσθαι χρυσῆν, ὑπό- χαλκον δὲ μᾶλλον, χρυσῷ διαπεπασμένην. ἐντεῦθεν, φησὶν, ὁ Ἀσσύριος ἐγέλασε τὸν Ἐφραΐμ, τουτέστι, τὸν Μαναεῒμ τὸν ἐκ φυλῆς Ἐφραῒμ βασιλεύοντα. διέπτυσε δὲ πρὸς τούτῳ καὶ τὰς τοῦ Ἰσραὴλ εἰκαιοβουλίας. Εἰρηκότες δὴ οὖν τῆς ἱστορίας, ἤγουν τῆς Ἑβραίων παραδόσεως τὸν λόγον, φέρε λοιπὸν ἀναγκαίως ἐπιτρέχωμεν τὴν λέξιν· δυσκάτοπτος γὰρ καὶ δυσχερεστάτη λίαν ἡ συνθήκη τοῦ ῥητοῦ. ἔφη τοίνυν ὅτι παροικήσουσιν οἱ κατ- οικοῦντες Σαμάρειαν· τὸ παροικήσουσιν, ἀντὶ τοῦ μετοικήσου- σιν, ἤτοι μετοικισθήσονται, φησὶν, οἱ νῦν ὄντες ἐν Σαμαρείᾳ· λέγει δὲ τοὺς μόσχους, ἤτοι τὰς δαμάλεις. ἐξεπέμφθησαν γὰρ, ὡς ἔφην, εἰς Βαβυλωνίους. καὶ ἐπένθησε μὲν ἐπ' αὐτοῖς ὁ λαὸς αὐτοῦ. τίνος δὲ αὐτοῦ; ἢ δῆλον, ὅτι τοῦ ὤν, ὅ ἐστι, τοῦ Ἄπιδος; πλὴν ὡς ὤφθησαν, φησὶ, παραπικραίνοντες καὶ ἀτιμάζοντες αὐτὸν διὰ τοῦ πέμπειν ἑτέροις, οὕτω καὶ ἡσθήσονται ἐπὶ τὴν δόξαν αὐτοῦ. νομιοῦσι γὰρ ὅτι καὶ πολὺ λίαν εὐκλεέστερος ἔσται, παρὰ πλειόνων ἐθνῶν προσ- κυνούμενος. ἀλλ' ἡμαρτήκασι τῆς ἐλπίδος· συντέθραυσται γὰρ, καὶ γέλωτος ἀφορμὴ τοῖς Βαβυλωνίοις ἦν. οὐκοῦν τεταλαιπώρηκεν ἡ στήλη αὐτῶν κατὰ τὴν αὐτοῦ τοῦ προ- φήτου φωνήν. παρεπίκραναν δὲ τὸν μόσχον, οὐχ ὅτι παρ- 1.211 επικράνθη κατὰ τὸ ἀληθές· πῶς γὰρ ἂν τοῦτο πέπονθεν ἀναίσθητος ὕλη; ἀλλ' ὅτι τῶν ἐγχειρημάτων ἡ δύναμις παρώργισεν ἂν αὐτὸν, εἴπερ ἦν ὄντως Θεὸς, καὶ ἐν αἰσθήσει τοῦ παθεῖν τὰ συμβεβηκότα. 9Ὅτι μετῳκίσθη ἀπ' αὐτοῦ, καὶ αὐτὸν εἰς Ἀσσυρίους δήσαντες ἀπήνεγκαν ξένια τῷ βασιλεῖ Ἰαρείμ· ἐν δόματι Ἐφραΐμ δέ- ξεται, καὶ αἰσχυνθήσεται Ἰσραὴλ ἐν τῇ βουλῇ αὐτοῦ.9 Ἑαυτὸν ἡμῖν ὁ προφητικὸς ἑρμηνεύει λόγος. ὃ γὰρ εἴρηκεν ἀμυδρῶς, τοῦτο πειρᾶται διατρανοῦν. μετῳκίσθη γὰρ ὁ μόσχος ἀπὸ τοῦ Ἰσραὴλ, καὶ δήσαντες αὐτόν· χα- ριεντίζεται δὲ ὁ λόγος· ἀπεκόμισαν ξένια τῷ βασιλεῖ Ἰαρεὶμ, ὅ ἐστιν, ἐκδίκῳ. ἐκαλεῖτο γὰρ εἰς ἐπικουρίαν, καὶ οἱονείπως εἰς τὸ ἐκδικῆσαι τὴν Σαμάρειαν ὁλοθρευομένην ὑπὸ τῶν Σύρων. ἀλλὰ δέξεται μὲν ὁ Φούλα ὡς ἐν δόματι παρὰ τοῦ Ἐφραῒμ τὴν δάμαλιν. Ἐφραῒμ δέ φησι τὸν τοῦ Ἰςραὴλ βασιλέα. πλὴν αἰσχυνθήσεταί φησιν ὁ Ἰσραὴλ ἐπὶ ταῖς ἑαυτοῦ βουλαῖς. ὅτι γὰρ, ὡς ἔφην, ἀπέστη μὲν τοῦ πάντα ἰσχύοντος Θεοῦ, εἵλετο δὲ μᾶλλον δαμάλεσι προσ- κυνεῖν, καταγέλαστος ἦν, καὶ κατεφωρᾶτο πεσὼν εἰς γραώδη καὶ ψυχρὰν καὶ ἀνόνητον εἰκαιοβουλίαν. ἀληθεύει δὴ οὖν ὁ προφήτης, μᾶλλον δὲ Θεὸς, εἰ λέγοι διὰ