βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
εἰσερχομένου αὐτοῦ ἐν τῇ πόλει Σαμαρείας παρέκυψε Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλω πισμένη· καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτὴν, καὶ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ ἐβρώθη ὑπὸ τῶν κυνῶν· πατάξας καὶ οʹ υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ ἐν Σαμαρείᾳ, κατὰ τὸ ῥῆμα Ἠλιοῦ. ̣2 ̣ Συναθροίσας δὲ ἅπαν τὸ πλῆθος τοῦ λαοῦ ἔφη πρὸς αὐτοὺς μετὰ πανουργίας· "Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγον, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. Καὶ νῦν πάντας καλέσατε 188 πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ· πᾶς γὰρ ὃς ἂν ἀπολείψει, οὐ ζήσε ται." Συναθροϊσθέντες οὖν πάντες καὶ τοῦ εἰδωλίου πλησθέντος στόμα πρὸς στόμα, φησὶν ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ· "Ἐρευνήσατε ἀκριβῶς, εἴ ἐστι μεθ' ὑμῶν τῶν δούλων Κυρίου τις." Καὶ μη δενὸς εὑρεθέντος, ἐκέλευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας. Καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησεν. ̣3 ̣ Πλὴν οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κηʹ.
ΟΘʹ. Βασιλεία Ἰωάχας. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσε Ἰωάχας υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπ έθανε βασιλεύσας ἔτη ιζʹ.
Πʹ. Βασιλεία Ἰωάς. Μετὰ δὲ Ἰωάχας ἐβασίλευσε Ἰωὰς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπ έθανε, βασιλεύσας ἔτη ιδʹ. ̣2̣ Ἐφ' οὗ Ἑλισαῖος 110.316 ἐτελεύτησε, προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν 110.316 διὰ συμβούλων κατὰ Σύρων νίκην, ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦσαι πεντάκις· καὶ τὸ μὲν τρίτον, εὐστόχως ἔῤῥιψεν, τὸ δὲ τέταρτον ἠστόχησεν, καὶ προφητεύει αὐτῷ ἕως τρὶς συμβαλεῖν καὶ νικῆσαι τοὺς Ἀσσυρίους, τὰς δὲ ἑτέρας ἡττηθῆναι· εἰ γὰρ ἄχρις τῶν εʹ εὐστόχως ἐπὶ τῆς γῆς ἐβεβλήκει, πεν τάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέλυ σεν. ̣3 ̣ Ὅστις ἀξιάγαστος προφήτης τελευτήσας καὶ ταφεὶς ἐν τῷ μνήματι, "μονόζωνοι Μωαβι τῶν" νεκρὸν θάψαντες, καὶ τοῖς ὀστέοις τοῦ μακα ρίου προφήτου πλησιάσας, ἀνέστη.
ΠΑʹ. Βασιλεία Ἰεροβοάμ. 189 Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη λδʹ.
ΠΒʹ. Βασιλεία Ἀζαρίου. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Σελοὺμ, βασιλεύσας μῆνας ϛʹ.
ΠΓʹ. Βασιλεία Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Μαναεὶμ, βασιλεύσας μῆνα ἕνα.
Π∆ʹ. Βασιλεία Μαναείμ. Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναεὶμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεσίου βασιλεύσας ἔτη ιʹ.
ΠΕʹ. Βασιλεία Φακεσίου. Μετὰ δὲ Μαναεὶμ ἐβασίλευσε Φακεσίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεὲ, βασιλεύσας ἔτη βʹ.
Πςʹ. Βασιλεία Φακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ, ̣49a καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ὠσηὲ, βασιλεύσας ἔτη κʹ. 190 ̣2 ̣ Ἐντεῦθεν διδασκόμεθα ὡς τοὺς ἐν πο νηρίᾳ συζῶντας δι' ἀλλήλων ὁ Θεὸς κολάζειν εἴωθεν, καὶ τὸν πονηρότερον τῷ πονηρῷ παραδίδωσιν, οἷόν τισι δημίοις αὐτοῖς κεχρημένος.
ΠΖʹ. Βασιλεία Ὠσηέ. Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ, καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἦλθε Σαλμανά σαρ, βασιλεὺς Ἀσσυρίων, ἐπὶ Σαμάρειαν καὶ ἀπῴκι σεν αὐτὴν διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς μεγάλας. "Καὶ γὰρ ἐποίησαν δύο χρυσᾶς δαμάλεις καὶ προσ εκύνησαν, καὶ ἐλάτρευσαν αὐταῖς καὶ τῷ Βάαλ, καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τῷ πυρὶ καὶ ἐμαντεύοντο, καὶ οἰωνίζοντο, καὶ ἐφαρμακεύοντο, καὶ ἀπώσατο αὐτοὺς Κύριος 110.317 ἀπὸ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη· καίγε Ἰούδας οὐκ ἐφύλαξε τὰς ὁδοὺς Κυρίου, ἀλλ' ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἰσραήλ. Καὶ ἔδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἁρπαζόντων αὐτούς." ̣2 ̣ Καὶ ἀπῳκίσθησαν εἰς Ἀσσυρίους· καὶ ἀπέστειλε