διαπολεμῶν. καὶ φόρον μὲν ἀπάγει ὁ τῆς Γρανάτης Λιβύων βασιλεὺς τῷ Ἰβήρων βασιλεῖ, ὁπότε σπένδοιτο· πολλάκις δὲ ἐπελαύνων πολιορκεῖ τε τὴν πόλιν καὶ τὴν χώραν αὐτοῦ ληΐζεται. ὀρεινὴ δέ ἐστιν ἐπ' ὄρους, ὃ ἀπὸ τῆς ἐντὸς θαλάσσης ἀρξάμενον κατατείνει ἐπὶ τὸν ὠκεανόν, ἐπὶ τὴν Πορτουγαλλίαν χώραν. Οὗτοι μὲν οὖν οἱ βασιλεῖς πρός τε ἀλλήλους διενεχθέντες τε ἐπολέμησαν πολλαχῇ, καὶ κοινῇ πρὸς τὸν βάρβαρον, τά τε ἄλλα καὶ πρὸς τὸν Ἰβηρίας τοῦτον βασιλέα Ἀλφόνσος ὁ Ταρακῶνος βασιλεύς, πρὶν ἢ ἐς Ἰταλίαν ἀφικέσθαι, διεπολέμησεν ἀπὸ αἰτίας τοιᾶσδε, καὶ αὐτός τε ἑάλω ὑπὸ στρατηγοῦ τοῦ Ἰβήρων βασιλέως, Ἀλβάρου τοὔνομα, ἔχειν δὲ καὶ τραύματα ξυνέβη ἀμφοῖν. ὡς δὴ συλλέξας στράτευμα, καὶ τὸν ἀδελφὸν αὐτοῦ Ναβάρης βασιλέα παραλαβών, ἐστρατεύετο ἐπὶ τὸν Ἰβηρίας βασιλέα, ἐσέβαλεν ἐς τὴν Ἰβηρίαν, ἐπαγομένων αὐτὸν ἐπὶ τὴν χώραν τῶν ἐν τῇ χώρᾳ εὐδοκιμούντων ἐνίων διὰ τὸ πρὸς τὸν Ἄλβαρον μῖσός τε καὶ ἔχθος αὐτῶν· τοῦτον γὰρ ἰδιώτην ὄντα ἀπὸ Ταρακῶνος καὶ ἀπὸ μικροῦ πάνυ ὡρμημένον καὶ ἐπὶ ἀρετῇ ἐπίσημον γενόμενον, ὡς παραχρῆμα ἐπεδίδου μέγα, ὑπὸ 2.53 πάντων δὲ δι' ἀρετὴν τιμώμενον στρατηγόν τε ἀπέδειξε κατὰ τὴν χώραν αὐτοῦ, καὶ ἐπὶ στρατηγίας καθιστάμενος μέγα ἁπανταχοῦ εὐδοκίμει. τότε δή, ὡς παρὰ τῷ Ἰβήρων βασιλεῖ ἐπὶ Ἀλφόνσον πεμφθεὶς σὺν τῷ στρατεύματι, ὑπήντα αὐτῷ κατὰ τὴν χώραν ὡς ἐναντιωσόμενος. ἐπεὶ δὲ ἐπιὼν ὁ Ἀλφόνσος, συμπαραλαβὼν καὶ τὸν ἀδελφόν, ἐν τῇ Ἰβηρίᾳ ἐγένετο καὶ ἐπήλαυνεν, ἐνταῦθα αὐτῷ ὑπαντιάσας ὁ Ἄλβαρος ἐστρατοπεδεύετο, καὶ κήρυκα ἐπιπέμπων προηγόρευεν ἀπαλλάττεσθαι, ἢν σωφρονῇ, ὡς ἔχει τάχιστα ἐκ τῆς χώρας· καὶ ἀποκριναμένου, ὡς οὐκ ἐπὶ τοὺς ὄνους τοῦ πατρὸς αὐτοῦ ἄπεισιν ἐς νομὴν αὐτοὺς ἄξων, ἀλλὰ στρατηγήσων αὐτῷ πάρεστιν, ἐς μάχην ἐτάσσετο, καὶ συμβαλὼν ἐμάχετο ἀμφοῖν τοῖν ἀδελφοῖν. μάχης δὲ καρτερᾶς γενομένης, ὡς οἱ περὶ Ἄλβαρον ἐτρέψαντο τοὺς Ταρακῶνας, ἐπεδίωκον ἀνὰ κράτος, καὶ ἄμφω τὼ ἀδελφὼ συλλαμβάνουσι, καὶ πολλοὺς τῶν Ταρακώνων κατέβαλλον ἐν τῇ διώξει. ὡς δὲ ἀπηχθήτην παρὰ τὸν Ἰβήρων βασιλέα ἄμφω τὼ βασιλέε, κακὸν μὲν οὐδὲν εἰργάσατο αὐτούς, ὅρκοις δὲ καὶ πίστεσι καταλαβὼν τοῦ λοιποῦ μηδὲν πλέον νεωτερίζειν περὶ τὴν ἑαυτοῦ χώραν, ἀφῆκεν ἀσινεῖς ἀπιέναι. μετὰ δὲ ταῦτα Ἀλφόνσος ἀφίκετό τε ἐς Ἰταλίαν, ὡς πρότερόν μοι δεδήλωται, καὶ ἐπὶ τὴν Σικελίαν, καὶ κατασχὼν τὴν Νεαπόλεως βασιλείαν πρός τε τοὺς Ἰανυΐους ἐπολέμει, ἔνθα δὴ καὶ ἑάλω ὑπὸ τούτων, ὡς ἐν τῷ ἔμπροσθεν ἐπεξῆλθον λόγῳ, καὶ ἀχθεὶς παρὰ τὸν Μεδιολάνου ἡγεμόνα αὖθις ἀπελύθη. τὴν μέντοι γυναῖκα αὐτοῦ καταλιπὼν ἐν Ταρακῶνι οὐκέτι πάλιν ἀφίκετο ὀψόμενος πολλῶν ἐτῶν, αὐτοῦ 2.54 δὲ ἐς ἔρωτας τὰ πολλὰ διατρίβων διεγένετο, χρηματίζων τε ἔρωτι καὶ τοῖς ὅπλοις. ᾗ μὲν αὐτῷ τὰ κατὰ τὴν Ἰταλίαν ἀπέβαινεν, ὕστερόν μοι δηλοῦται προϊόντι τῷ λόγῳ ἐς ἀφήγησιν. Τῷ δὲ βασιλεῖ Ἰβηρίας. περὶ οὗ μοι ἐλέγετο, συνῆπται πόλεμος πρὸς τὸν βασιλέα Λιβύων τῶν ἐν Γρανάτῃ, οἳ δὴ ἀπὸ Λιβύης τὸ παλαιὸν διαβάντες καὶ Ἀλμερίαν πόλιν παράλιον τῆς Εὐρώπης κατασχόντες, διέχουσαν ἀπὸ Λιβύης ὡσεὶ σταδίους πεντήκοντα καὶ διακοσίους, καὶ ἐντεῦθεν ὁρμώμενοι τήν τε Ἰβηρίαν σφίσιν ὑπηγάγοντο, καὶ ἔργα λαμπρὰ ἀποδεικνύμενοι ἐπὶ Κελτικήν, τὴν χώραν αὐτῶν ἐπὶ μέγα αὔξοντες, προηγάγοντο καὶ ἐπὶ Ταρακῶνα καὶ Βαλεντίαν. πρὸς τούτοις δὴ ἀπὸ τῶν Κελτῶν κατιόντες οἱ τῶν Ἰβήρων βασιλεῖς διεδέξαντο τὸν πρὸς τοὺς Λίβυας τούτους πόλεμον, ἐς πόλιν ἐχυρὰν συνελάσαντες, μετὰ δὲ ταῦτα ἐπολιόρκουν, καὶ ἐς δεῦρο ἔτι τελοῦσι τῇ πόλει τε ἐπελαύνοντες αἰεί τε καὶ στρατὸν ἐπάγοντες. καὶ δὴ ὁ τῶν Ἰβήρων βασιλεὺς δόμνος Ἰωάννης, ὃς πρότερόν μοι ἐλέγετο, ἐπελαύνων, προάγοντός τε τοῦ Ἀλβάρου καὶ ἐποτρύνοντος βασιλέα ἐξελεῖν τοὺς Λίβυας, ὡς δὴ καταστρεψόμενος ἐπῆγε τὸν στρατὸν ἐπὶ τὴν πόλιν. ἐνταῦθα ὡς οἱ Λίβυες ἐπολιορκοῦντο δεινῶς καὶ ἐς τὸ ἔσχατον λιμοῦ ἀφικόμενοι, ἐς ἀπορίαν ἀπελαθέντες μηχανῶνται τοιόνδε. ἡμιόνοις δυοκαίδεκα ἰσχάδων φορτία συσκευασάμενοι