88
νομίσαντες, ἐντεῦθεν ἰδιάζειν τὰ περὶ τῶν Ἀσσυρίων φασίν. Οὐ πολλοῖς δὲ ὕστερον χρόνοις τῆς παρούσης προφητείας, ὡς ἡ ἱστορία παρέδωκεν, ἐπέθεντο Μῆδοι τῇ τῶν Ἀσσυρίων ἀρχῇ. Πρῶτος δὲ τούτους Κῦρος ὁ Περσῶν ὑπέταξε βασιλεὺς, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς, οὗπερ ὀνομαστὶ διὰ τῶν ἑξῆς ἐμνημόνευσεν. Εἰσέτι δὲ καὶ νῦν ἀληθὲς δείκνυται καὶ τὸ, Οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. Τινὲς δέ φασιν, ὡς ὁρίζει χρόνῳ τὴν ἐρημίαν, ὡς μετὰ ταῦτα πάλιν οἰκηθησομένης. Ἄραβας δέ φησιν, ἢ τοὺς νῦν καλουμένους Σαρακηνοὺς, οἳ πάλαι δι' ἐμπορίαν καὶ ἐπ' αὐτῆς ἐσκηνοποιοῦντο τῆς Βαβυλῶνος· διό φησι Σύμμαχος, οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψι τοὺς ἐκ τῆς ὁμόρου Πέρσαις εὐδαίμονος Ἀραβίας. Ἀλλ' ἐπεὶ πολλὰ τῶν ἐρήμων ἐπινέμονται τόπων ποιμένες, μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἑαυτοῖς ποριζόμενοι, οὐδ' εἰς τοῦτο χρησίμην ἔσεσθαι τὴν Βαβυλῶνά φησιν· ἡμέρων δὲ καὶ λογικῶν ζώων ἔρημος γενομένη, δαίμοσιν ἐνδιαίτημα καὶ θηρίοις γενήσεται. Φιληδοῦσι γὰρ τοῖς ἐρήμοις τόποις οἱ δαίμονες. ∆ιά τε τῶν θηρίων τὸ ἄγνωστον, τὴν Ἑβραϊκὴν θέντες λέξιν σιεῖν, οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἐκδεδώκασιν· ἀντὶ δὲ τοῦ σειρῆνες, τοῦ στρουθοκαμήλους. Φιλέρημον γὰρ ὂν τὸ ζῶον, ταῖς ἀγονω 2089 τάταις ἐναυλίζεται ψάμμοις. Καὶ ἀντὶ τοῦ ὀνοκένταυροι, σιεῖν πάλιν ἐξέδωκαν. Ἀντὶ δὲ τῶν ἐχίνων, σειρῆνας. Τάχα που διὰ τὸ τῶν δαιμόνων ἀπατηλόν· ὁποίας ὁ μῦθος τὰς Σειρῆνας παρέδωκεν. Τινὲς δὲ Σειρῆνας ἐξηγήσαντο, τὰ εὐστομεῖν εἰδότα πτηνά· ἢ κατά γε, φασὶ, τὴν Ἑβραίων ἔκδοσιν, τὴν γλαῦκα· τοὺς δέ γε τῶν ὄνων ἀγρίους, φασὶν, ὀνοκενταύρους ὠνόμασεν· ἐχίνους δὲ τοὺς ἀκάνθαις ὀξείαις οἱονεὶ φρίττοντας μύας· ἅπαντα τὴν ἐρημίαν δηλοῖ. ∆ιὸ καὶ ἤχου φησὶ τὰς οἰκίας πλησθήσεσθαι, τὴν τῶν ἀοικήτων σημαίνων ἠχώ. Λέγει δὲ τοὺς Μήδους, διὰ τὸ πλουτεῖν, χρημάτων ὑπερορᾷν, ὡς ἄπορον εἶναι Βαβυλωνίοις παρὰ τούτων ἐξωνεῖσθαι τὴν ἅλωσιν· Τὸ δὲ Μήδων ὄνομα μεταλαμβανόμενον, σημαίνει ἀπὸ ἱκανοῦ. Οὐκοῦν ὁ ἱκανὸς ἐν πᾶσιν ἐπάγειν ἑκάστῳ τὰ πρὸς ἀξίαν, οὗτος τοὺς Μήδους κινεῖ. Ἢ τάχα ἐπειδὴ ὁ Μαδαῒ κτίστης ἐστὶ τῆς Μηδίας, ὃς ἑρμηνεύεται ἐκμέτρησις, λέγοιντο οἱ Μῆδοι ἐπάγεσθαι εἰς τὸ κολάζειν ἐν μέτρῳ τοὺς κακῶς βεβιωκότας. Ὧ γὰρ μέτρῳ μετρεῖ ἕκαστος ἀγαθὰ ἢ κακὰ, τὰ τῆς ἀμοιβῆς ἢ κολάσεως ἀπολήψεται. Ὧ ἀκόλουθον καὶ τέκνα Βαβυλωνίων νοεῖν, τοὺς καρποὺς, καὶ τὰ γεννήματα τῆς ἐκείνων ψυχῆς· οἷα καὶ τὰ τοῦ μακαριζομένου παρὰ τῷ Ψαλμῳδῷ, ἐν ᾧ ἡ μὲν γυνὴ, ἡ σοφία ἐστὶν, ἣν ἐκζητήσας νύμφην ἠγάγετο, τοῦ κάλλους αὐτῆς ὁ δίκαιος γενόμενος ἐραστής. Υἱοὶ δὲ νοῦ καὶ σοφίας ἅμα συνελθόντων γεννήματα τοιαῦτα παρίστησιν ἐν ἑκατοστῷ τριακοστῷ ἕκτῳ ψαλμῷ λέγων, Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος· ἧς τὸν τὰ τέκνα πρὸς τὴν πέτραν ἐδαφίζοντα μεμακάρικεν, προβλέπων ὁμοῦ μηδεμίαν ἀπὸ Μήδων ἐσομένην φειδώ. Οὐ μακαρίζει δὲ τὸν ὁπωσοῦν ἀνελόντα Βαβυλώνιον τέκνον, τὰ νήπια δὲ καὶ ἀρτιγενῆ ἐλθεῖν μὴ συγχωροῦντα πρὸς αὔξησιν, ὡς ἂν μὴ γένωνται χείρω, καὶ ἀναιροῦντα ἰδίᾳ σοφίᾳ τοῦ συγκεχυμένου τὰ γεννήματα, ὃς ὀνομάζεται Βαβυλώνιος, ταῦτα πρὸς τὴν πέτραν ἀράσσοντα· πέτρα δὲ κὰν τούτῳ Χριστός. Τοῦτο δ' ἂν γένοιτο τῶν φαύλων συγκρουομένων δογμάτων τῷ λόγῳ τῆς ἀληθείας. Ταχὺ δὲ ἥξειν ταῦτά φησι. Καὶ τὸ παρ' ἡμῖν γὰρ μακρότατον, βραχὺ λίαν ἐστὶ παρὰ Θεῷ. Χίλιά γ' οὖν ἔτη ἐνώπιον αὐτοῦ, ὡς ἡ ἡμέρα ἡ χθὲς, εἴρηται, καὶ ὡς φυλακὴ ἐν νυκτί· Καὶ οὐκ εἰς μακρὰν δὲ φασὶ, τῆς προφητείας ἐγένετο. Ὁμοῦ δὲ τοῖς μὲν Βαβυλωνίοις πικροτέραν ἐμβάλλει φροντίδα· τοῖς δὲ Ἰσραηλίταις, διὰ τὴν αἰχμαλωσίαν παράκλησιν. Τῆς δὲ Βαβυλῶνος ὥσπερ ἐπώνυμον ἦν τὸ, ἔνδοξος. Καὶ ἔλεγον, ἡ ἔνδοξος Βαβυλών. Ἐναργῶς δὲ λίαν δείκνυσιν, ἐξ οἵας εἰς οἵαν ἥξει κατάστασιν. Αἴτιος δὲ ὁ βασιλεὺς Χαλδαίων βασίλειον αὐτὴν ἰσχυρόν τε καὶ λαμπρὸν ποιησάμενος· ἀπεικάζει δὲ Σοδόμοις κοὶ Γομόῤῥᾳ τὴν ἑρμηνείαν αὐτῆς. Ἑρμηνεύεται δὲ Σόδομα, τύφλωσις, καὶ στείρωσις, καὶ ἑστῶσα σιωπὴ, καὶ ὁμοίωμα, καὶ ἔγκλησις καὶ θεμέλιος αὐτῶν. Γόμοῤῥα δὲ,