De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.82 ΞΖʹ (ΝΗʹ) Ἐπὶ προαγωγῇ ἀντιγραφέων. Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται καὶ ζητεῖ σιλεντιάριον, καὶ ἀποστέλλει, ἵνα ἴδῃ, ἐὰν προῆλθεν ὁ κοιαίστωρ, καὶ ἐὰν εὑρεθῇ, λαμβάνει ἀπόκρισιν ὁ πραιπόσιτος, καὶ ἀναγγέλλει τοῖς δεσπόταις, καὶ παραλαμβάνει παρὰ τῶν δεσποτῶν τὸν ὀφείλοντα προβληθῆναι ἀντιγραφέα, καὶ ἐξέρχεται ὀψικευόμενος, καθὼς ἀνωτέρω εἴρηται, καὶ ζητεῖ τὸν κοιαίστωρα ἐν τῷ ἡμικυκλίῳ, καὶ παραδίδωσι τὸν ἀντιγραφέα, κἄν τε εἷς ἐστιν, κἄν τε δύο, καὶ ἐπεύχονται τοῖς δεσπόταις, καὶ ἐξέρχονται ἐν τῇ προελεύσει. Εἰ δὲ συμβῇ μὴ εὑρεθῆναι τὸν κοιαίστωρα ἐν ταύτῃ τῇ προελεύσει, ζητεῖται παρὰ τοῦ διατρέχοντος, πεμπομένου αὐτοῦ παρὰ τοῦ πραιποσίτου, καὶ εἰ μὲν ἔλθῃ πρὸ τοῦ ἀκουμβίσαι, ἀναγγέλλει ὁ πραιπόσιτος τοῖς δεσπόταις, καὶ λαμβάνει τὸν ὀφείλοντα προβληθῆναι, καὶ ζητεῖ τὸν κοιαίστωρα ἐν τῇ Θερμάστρᾳ, καὶ παραδίδωσιν αὐτῷ τὸν ἀντιγραφέα, καὶ ἐπεύχονται τοῖς δεσπόταις καὶ ἀναχωροῦσιν. Εἰ δὲ συμβῇ ἐν ἀσθενείᾳ εἶναι τὸν κοιαίστωρα, καὶ θελήσωσιν οἱ δεσπόται προβαλέσθαι ἀντιγραφέα, γίνεται πᾶσα ἡ ἀκολουθία, καθὼς ἀνωτέρω εἴρηται ἐπὶ συμπόνῳ.
2.83 ΞΗʹ (ΝΘʹ) Ὅσα δεῖ παραφυλάττειν, σπαθαροκανδιδάτου μέλλοντος γίνεσθαι πρωτοσπαθαρίου.
Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται ὁ μέλλων γίνεσθαι πρωτοσπαθάριος ἀπὸ σκαραμαγγίου καὶ σπαθίου, εἰσαγόμενος ὑπὸ ὀστιαρίου, κρατούμενος ὑπὸ πρωτοσπαθαρίου εὐνούχου. Καὶ πίπτων φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τῶν δεσποτῶν, καὶ βάλλουσιν οἱ δεσπόται τὸ μανιάκιν εἰς τὸν τράχηλον αὐτοῦ, καὶ ἐξέρχεται.
2.84 ΞΘʹ (Ξʹ) Ἐπιτάφιος βασιλέων.
Ἐξέρχεται τὸ λείψανον διὰ τοῦ Καβαλλαρίου, καὶ τίθεται εἰς τὰ ιθʹ Ἀκκούβιτα ἡ χρυσῆ κλίνη ἡ ἐπονομαζομένη λύπης, καὶ πρόκειται ἐκεῖσε τὸ αὐτὸ λείψανον, ἐστεμμένον μετὰ διβητησίου καὶ χρυσῆς χλαμύδος καὶ καμπαγίων, καὶ εἰσέρχονται οἱ τῆς Ἁγίας Σοφίας γήλωνες καὶ ὁ κλῆρος, ὡσαύτως καὶ πᾶσα ἡ σύγκλητος ἀπὸ σκαραμαγγίων, καὶ ψάλλουσιν κατὰ ἀκολουθίαν. Εἶθ' οὕτως νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει ἐκεῖσε· "Ἔξελθε, βασιλεῦ, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόντων καὶ Κύριος τῶν Κυριευόντων." Τοῦτο λέγει τρίτον, καὶ παραυτίκα αἴρεται τὸ λείψανον παρὰ τῶν βασιλικῶν, καὶ πάλιν εἰσφέρουσιν αὐτὸ ἔνδον τῆς Χαλκῆς, καὶ τιθέασιν αὐτὸ ἐκεῖσε, καὶ ποιοῦσι τὰ ἐξ ἔθους. Καὶ ὅτε ὀφείλει ἀρθῆναι τὸ λείψανον, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ἄρχεται λέγειν ἐκ τρίτου τό· "Ἔξελθε, βασιλεῦ" καὶ τὰ ἑξῆς, καὶ εἶθ' οὕτως ἐξέρχεται τὸ λείψανον ἀπὸ τῆς Χαλκῆς, βασταζόμενον ὑπὸ βασιλικῶν πρωτοσπαθαρίων, καὶ διέρχεται διὰ τῆς Μέσης, καὶ τὸν τόπον καταλαβόντων, ἐν ᾧ μέλλει κηδευθῆναι, γίνεται ἡ ἀκολουθία τῆς ψαλμῳδίας καὶ τὰ συνήθη. Εἶτα νεύει πάλιν ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ποιεῖται τὴν ἀναφώνησιν οὕτως· "Εἴσελθε, βασιλεῦ, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόντων καὶ Κύριος τῶν Κυριευόντων." Ἐκ τρίτου. Εἶθ' οὕτως· "Ἀπόθου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς σου·" καὶ εὐθέως 2.85 αἴρεται παρὰ τοῦ πραιποσίτου, καὶ τίθεται σημεντέϊνον μετὰ πορφυρᾶς λιτῆς, καὶ τίθεται ἐν τῷ μνημείῳ. Ἰστέον ὅτι ὁ αὐτὸς τύπος καὶ ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται καὶ εἰς τὴν τῆς Αὐγούστης κηδείαν. Χρὴ δὲ τὸν τῆς καταστάσεως ἐπὶ τῇ ἐξόδῳ τῆς Αὐγούστης λέγειν· "Ἔξελθε, βασίλισσα, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόντων καὶ Κύριος τῶν Κυριευόντων."