βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
βασιλεὺς Ἀσσυρίων ἔθνη δʹ, τοὺς Κουδιαίους, καὶ Κουθιαίους, καὶ Σεφαρουαίους καὶ Ἀναγαβαίους, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας. ̣3 ̣ "Καὶ πέμψας Κύριος ἐπ' αὐτοὺς λέοντας, ἀνήλισκον αὐτοὺς, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Ἀσσυρίων, ὅτι, Τὰ ἔθνη, ἃ ἐκάθισαν ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς ἐκείνης, καὶ ἀπέστειλεν ἐπ' αὐ τοὺς λέοντας, καὶ ὠλοθρεύοντο· καί φησιν ὁ βασι λεύς· Ἀπαγάγετε ἐκεῖ τινας καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ. Καὶ ἀποστείλας ἔνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐδί δασκεν αὐτοὺς ὁ ἱερεὺς φοβεῖσθαι τὸν Κύριον, καὶ ἐφοβοῦντο τὸν Κύριον, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης." 191 ̣4 ̣ Ἐπανελθόντες οὖν οἱ Ἰουδαῖοι ζηλοτύπως εἶχον πρὸς αὐτοὺς, ἅτε ἀλλοφύλους, καὶ οὐ συνεχρῶντο αὐτοῖς, ἀλλὰ ἀπὸ τοῦ Σομὸρ, τοῦ ὄρους, ἐκάλουν αὐτοὺς Σαμαρείτας, οἵγε τὰ Μωϋσέως μό νον δεχόμενοι βιβλία, τῶν λοιπῶν Γραφῶν οὐ πολὺν ἐποιοῦντο λόγον· κἀντεῦθεν πρὸς τοὺς Ἰουδαίους φιλονείκως διακείμενοι, πατέρα τὸν Ἀβραὰμ ἐπ εγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὁρμώμενον, ἀφ' ἧς καὶ αὐτοὶ γεγόνασι, διὸ δὴ καὶ ἡ Σαμαρεῖτις πρὸς τὸν Κύριον ἔλεγεν· "Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν," τοὺς περὶ τὸν Ἀβραὰμ ὑπεμφαίνουσα, ἔνθα τὸν υἱὸν εἰς ὁλοκάρ πωσιν ἀνήνεγκεν. ̣5 ̣ Οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύ σαντες ὑπῆρχον τὸν ἀριθμὸν ιηʹ ἀπὸ Ἱεροβοὰμ ἕως τοῦ εἰρημένου Ὠσηὲ, ἐφ' οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια, καὶ Ἀσσύριοι κατῴκισαν ἐκεῖ, ὡς εἴρηται, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι πεφήνασι. Γίνονται οὖν τὰ πάντα ἔτη σνγʹ· καὶ ἐκ διαφόρων μὲν ἐγένοντο γενεῶν· ἅπαντες δὲ τὸ πονηρὸν ἐποίησαν ἐνώπιον Κυρίου κατὰ τὴν ἁμαρ τίαν Ἱεροβοάμ.
ΠΗʹ. Περὶ τῆς Βασιλείας Βαβυλῶνος. Ἀρχὴ τῆς βασιλείας Ναβουχοδονόσωρ βασιλέως Βαβυλῶνος. Μετὰ δὲ τοὺς προειρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κδʹ. Ὃς καὶ τὴν Ἱερουσαλὴμ ἐκράτησεν ἔτη ζʹ, καὶ ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶπάντα τὰ σκεύη οἴκου Θεοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον θησαυροῦ ̣49b Θεοῦ αὐτοῦ. ̣2 ̣ Οὗτος πόλιν με γίστην εἰς Βαβυλῶνα κτίσας ἐξ ὀπτῆς πλίνθου καὶ 110.320 λίθων λελαξευμένων, ἐχόντων ἀνὰ πήχεων γʹ τὸ πλάτος, τὸ δὲ μῆκος ἀνὰ πήχεων ϛʹ, τὸ μὲν περί μετρον αὐτῆς ἐποίησε στάδια μʹ, γινόμενα μίλια ϛʹ, τὸ ὕψος τοῦ τείχους πήχεων πʹ καὶ τὸ πλάτος πή χεων λʹ, καὶ τοὺς πύργους ἔστησεν ἐπὶ ταῖς πύλαις ἀνὰ πήχεων ρʹ τὸ ὕψος, τὸ δὲ πλάτος ἀνὰ πήχεων ξʹ, καὶ ἐποίησε τὰς 192 πύλας αὐτῆς χαλκᾶς καὶ διεγειρομένας εἰς ὕψος ἀνὰ πήχεων νʹ καὶ τὸ πλάτος πήχεων κʹ, εἰς ἐξόδους καὶ εἰσόδους λαοῦ αὐτοῦ· πλησίον δὲ τῆς πόλεως ὤρυξε κινστέρναν καὶ ᾠκοδόμησε καὶ περιετείχισεν αὐτὴν ἀξιολόγως, τὸ περίμετρον αὐτῆς ἔχον στάδια μʹ, τὸ βάθος ὀργυιὰς μʹ· ὡσαύτως κατεσκεύασε καὶ ἄλλο ἔργον ἀξιοθαύμα στον· ἐγείρας γὰρ ἀναλήμματα λίθινα ὑψηλότατα σφόδρα καὶ παντοδαπὰ, καταφυτεύσας ὕπερθεν δένδρα καρποφόρα ὡς ὅμοια δασυτάτοις ὄρεσιν, κρεμαστὸν παράδεισον αὐτὸν ἐπωνόμασεν, εἰς ὃν ἡ γυνὴ αὐτοῦ περιπολοῦσα καὶ πᾶσαν τὴν γῆν ἐκεί νην ἐποπτεύουσα κατετέρπετο ὑπ' οὐδενὸς ὁρω μένη. ̣3 ̣ Αὕτη ἐστὶν ἡ πόλις, περὶ ἧς διαπορευόμε νος ἔφη μετ' ἐπάρσεως πολλῆς καὶ ἀλαζονείας· "Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου, ᾠκοδόμησα; Καὶ ἔτι τοῦ λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· Σοὶ λέγεται, Ναβουχοδονόσωρ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατ οίκησίς σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ζʹ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. Καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσωρ, καὶ ἀπὸ ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λέοντος ἐμεγαλύν θησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέου." ̣4 ̣ Μετὰ δὲ ταῦτα πάλιν