89
μέτρον καὶ στάσις. Οἷς ἡ Βαβυλὼν ὁμοίως κα 2092 ταστραφήσεται. Θεὸς γὰρ εὐεργετῶν τοὺς καταστρεφομένους, ὡς ἰατρὸς καταστρέφει τυφλότητα. Καταστροφὴ δὲ τυφλότητος, ὁράσεως ἀρχή. Καὶ καταστρέφει στείρωσιν, τὴν ἀγωνίαν ἐλαύνων, γεννήματα δικαιοσύνης ἔργων δωρούμενος, καὶ σιωπὴν ἑστῶσαν, ἵνα λόγον ἐμβάλῃ καρδίας πρὸς τὸ δοξάζειν τὸν Θεόν. Καὶ μέτρον καὶ στάσιν, ἵνα τῆς κακίας τὸ μέτρον τῆς ἐν αὐτῇ καὶ τὴν ταραχὴν καθέλῃ, ὡς ἂν οἱ στασιάζοντες, καὶ ἐν τῇ καταστάσει τῇ ἐναντίᾳ τῆς εἰρήνης ὄντες βελτιωθῶσιν ἀντιμετροῦντες ἀρετὴν τῇ κακίᾳ. Πᾶς δὲ πρεσβεύων εἱμαρμένην, καὶ τὴν τῶν ἄστρων κίνησιν ἀναγκαστικὴν εἶναι πάντων ὑποτιθέμενος, ὅσον ἐπ' αὐτὸν τῆς εὐσεβείας ἀφιστῶν τοὺς ἀκούοντας, ἔνδοξα καλεῖ τῶν Βαβυλωνίων τὰ πράγματα. Συγχυτικὰ γὰρ ταῦτα διανοίας, ἀναιροῦντα τὴν Πρόνοιαν, καὶ τὸ ἐφ' ἡμῖν, ἄξιά τε τὸ εἶναι Βαβυλῶνος ὁμώνυμα. Χαλδαίων γὰρ ἀστρολογία γέγονε εὕρημα. Ταύτην καταστρέφει Κύριος, καὶ ἐνοικίζονται δαίμονες ἀποστάντος αὐτῆς τοῦ Θεοῦ, εἴτε πόλιν αὐτὴν, εἴτε ψυχὴν ἐθέλοις εἰπεῖν, ἐν ᾗ κατεστραμμένῃ ποιμὴν ἀγαθὸς οὐκ ἐναυλίζει τὴν ποίμνην, ἥτις καὶ ἤχου πληροῦται μηδὲν ἐν αὐτῇ τρανὸν ἢ διηρθρωμένον ἔχουσα ῥῆμα, παθῶν δὲ θόρυβον ἄσημον, ἣν κατεπάδουσι πονηραὶ δυνάμεις ἐγκλίσει φωνῆς ὑποθέλγουσαι, ἢ διὰ φωνῆς, ἢ δι' ἄλλου τρόπου τινὸς ἡδονὴν ἐμποιοῦσαι πρὸς θήραμα καὶ λήθην τῆς ἰδίας πατρίδος ἀπεργαζόμεναι. Ἠχὼ δέ ἐστιν ἀνακλωμένη φωνὴ ἀπὸ σωμάτων ἀντιτύπων, ἐπανιοῦσά τε πάλιν ἐπὶ τὸν ταύτην προέμενον, ὅπερ ἐν ἐρημίᾳ μέν ἐστιν ἀκώλυτον. Ἐν οἰκουμένοις δὲ τόποις ὑπὸ τῶν ἄλλοθεν ἄλλων ἀντηχούσων φωνῶν, τῶν τε παραφερομένων σκευῶν ἢ σωμάτων διακοπέντος τοῦ ἀέρος, εἴωθε παραθραύεσθαι· ὧν ἡ νὺξ ἀπηλλαγμένη μᾶλλον ἠχώδης ἐστίν. Τοιοῦτος καὶ ὁ κνηθόμενος τὴν ἀκοὴν, ἀπὸ μὲν τῆς ἀληθείας ἀποστρέφει· ἐπὶ δὲ τοὺς μύθους τραπεὶς, εὐτόνου μὲν μὴ ἀνεχόμενος λόγου, μηδὲ τῆς ἐπ' ἐλέγχοις ἐπιτιμήσεως, χαίρων δὲ μόνῳ τῷ κολακεύοντι. Ὀρχεῖσθαι δὲ λέγεται τὰ ἐνεργοῦντα ἐν ἡμῖν τὰ πάθη δαιμόνια, ἄλλοτε ἄλλου πάθους ὥσπερ ὀρχηστοῦ ὑποδυόμενα πρόσωπον, καὶ ἐξ ἑτέρου πρὸς ἕτερον, ὡς ἐν κινήσει μελῶν μεταβαίνοντα· κατασκιρτᾷ γὰρ ἐν ἡμῖν ἐγχορεύοντα. Τὸ δὲ τῶν ὀνοκενταύρων ὄνομα σύνθετον, ἐμφαίνει τινὰ καὶ ἀλλόκοτον δαίμονα, νῦν μὲν ἡμᾶς πρὸς ἀνθρώπινα ποιοῦντος ὁρᾷν· νῦν δὲ πρὸς τὰ κτηνώδη παρασύροντος πάθη. Τούτους δὲ, φασὶ, τριχιῶντας Ἀκύλας ὠνόμασε, δηλῶν κάθυλον καὶ ἐσκοτισμένον δαίμονα. Ὁ δὲ ἐχῖνος, δαιμόνιον ἕτερον δύσληπτον καὶ πανοῦργον. 2093 ΚΕΦΑΛ. Ι∆ʹ. ακζʹ. 9Καὶ ἐλεήσει Κύριος τὸν Ἰακὼβ, καὶ ἐκλέξεται ἔτι τὸν Ἰσραήλ. Καὶ ἀναπαύσονται ἐπὶ τῆς γῆς αὐτῶν, καὶ ὁ γειώρας προστεθήσεται πρὸς αὐτοὺς, καὶ προστεθήσεται πρὸς τὸν οἶκον Ἰακὼβ, καὶ λήψονται αὐτοὺς ἔθνη, καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν, καὶ κατακληρονομήσουσι, καὶ πληθυνθήσονται ἐπὶ τῆς γῆς τοῦ Θεοῦ εἰς δούλους καὶ δούλασ9, κ.τ.λ. Εἰπὼν ἃ πείσεται Βαβυλὼν δυσχερῆ, τὰ περὶ τῶν Ἰουδαίων ἐπιφέρει, χρηστὰ τὴν ἐπὶ Κύρου λέγων ἀνάκλησιν. Ἀντὶ δὲ τοῦ ὁ γειώρας, ἐξέδωκαν οἱ λοιποὶ ὁ προσήλυτος. Οὐχ ἁπλῶς δὲ προσήλυτος, φασί τινες, ἀλλ' ὅτι γεωργίᾳ προσκείμενος. Κυρίως μὲν οὖν ὁ γειώρας δηλοῖ τὸν ἰθαγενῆ, καὶ αὐτόχθονα. Συνανιόντες δὲ Βαβυλωνίων αὐτόχθονες ἤμελλον εἶναι παρ' Ἰουδαίαν προσήλυτοι. Φέρει τοίνυν εἰς ταυτὸν ἑκατέρα διάνοια. Εὐπραξίας γὰρ ἐπὶ τοσοῦτον ἥξειν Ἰουδαίους φησὶν, ὡς τοὺς πρὶν αὐτοὺς ἑλόντας συναναβῆναι εἰς τὴν Ἰουδαίαν αὐτοῖς. Τοῦτο μὲν συγγένειαν πρὸς αὐτοὺς ἐσχηκότας, τοῦτο δὲ τῆς αὐτῶν θεοσεβείας ὡς ἐν χρονίῳ μετειληφότας διατριβῇ, καὶ τοὺς πρὶν εἰδωλολάτρας δούλους καὶ δούλας γενέσθαι Θεοῦ. Ἔθνη δέ φησι τοὺς Ἰουδαίους προπέμποντα πρὸς τὴν ἰδίαν εἰσοίσουσι γῆν. Ὃ δὴ Κύρου προστάξαντος γέγονεν, ἡνίκα τῶν ἀναβάντων Ἰησοῦς καὶ Ζωροβαβὲλ ἡγήσαντο. Καὶ Ξέρξου τοῦ μετ' αὐτὸν, ἡνίκα τὸν Ἔσδραν μετὰ πολλῶν πέμπων ἐπιστολῶν, παραπέμπειν, αὐτὸν δεξιῶς καὶ τοὺς σὺν αὐτῷ, τοῖς ἐν μέσῳ προσέταξεν ἔθνεσιν. Καὶ Νεεμίου μετὰ ταῦτα πρὸς τὴν Ἰουδαίαν