De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἠλλαγμένοι, καὶ ἵσταται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ, καὶ τρίτης ὥρας καταλαβούσης, στοιχεῖται τὸ κλητώριον, ἡ δὲ τράπεζα ἵσταται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Καὶ ἐξέρχεται ὁ βασιλεὺς περιβεβλημένος διβητήσιον πορφυροῦν, καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, καὶ εἰσέρχονται οἱ κληθέντες ἀπό τε μαγίστρων, πατρικίων καὶ λοιπῶν συγκλητικῶν. Ἅπαντες δὲ αὐτῶν εἰσέρχονται ἠλλαγμένοι, καθὼς εἴθισται, οἱ μὲν πατρίκιοι τὰ χρυσόταβλα αὐτῶν χλανίδια, οἱ δὲ στρατηγοὶ τὰ σαγία αὐτῶν, οἱ δὲ πρωτοσπαθάριοι καὶ οἱ λοιποὶ ἄρχοντες, ἕκαστος κατὰ τὸ ἴδιον ἀξίωμα, φοροῦσιν καὶ τὰς στολάς, καὶ καθέζονται ἐν τῷ κλητωρίῳ ἠλλαγμένοι. Καὶ πάντων καθεσθέντων τῶν προειρημένων ἀρχόντων ἐν τῷ κλητωρίῳ, δηλοποιεῖ ὁ βασιλεὺς τοῖς πατρικίοις διὰ τοῦ τῆς τραπέζης, ὡς ὅτι· "Ἐκβάλλετε τὰ χλανίδια ὑμῶν." Καὶ ἀναστάντες οἱ πατρίκιοι καὶ οἱ στρατηγοὶ ὑπερεύχονται τὸν βασιλέα, καὶ ἀπαλλάσσουσιν οἱ μὲν πατρίκιοι τὰ χλανίδια αὐτῶν, οἱ δὲ στρατηγοὶ τὰ σαγία αὐτῶν, ἀπολαμβάνουσι δὲ τὰς αὐτῶν στολὰς ἐγγιστιάριοι 2.87 βασιλικοὶ οἱ παριστάμενοι ἐν τῇ κάτω τραπέζῃ, καὶ ἐπιδιδοῦσιν αὐτὰ τοῖς ὑπουργοῖς αὐτῶν, εἰς τὰ Σκύλα. Οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου ἠλλαγμένοι ὄντες ἐκτελοῦσι διπλοῦν παραστάσιμον, εἰ τύχῃ ἐν κυριακῇ· οὐ γὰρ ἐνδέχεται τῇ αὐτῇ ἡμέρᾳ γενέσθαι δέξιμον, καὶ διὰ τοῦτο ἀλλάσσει πᾶσα ἡ σύγκλητος.
2.88 ΟΑʹ (ΞΒʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν παραμονῇ δεξίμου. Εἰσέρχονται τὰ δύο μέρη εἰς τὸ Σίγμα, καὶ αἰτοῦνται, λέγοντες οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, τὸ πρόβλημα τῆς Τριάδος." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Ὡς δοῦλοι τολμῶμεν παρακαλέσαι." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας," Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ἀνεξικάκως παρακλήθητε, ὦ εὐεργέται," Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "εἰς τὴν δέησιν τῶν δούλων ὑμῶν Βενέτων. "Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Τὴν αὐτοκρατορίαν σου αἰτούμεθα ἑορτάσαι." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." 2.89 Καὶ δείλης εἰσέρχονται τὰ μέρη τὰ δύο εἰς τὸ Σίγμα μετὰ φατλία, καὶ γίνεται ἡ λεγομένη φακλαρέα, καὶ λέγουσιν τὸν ἀπελατικόν, χορεύοντες, ἦχ. βαρύς· "Χαίρετε, δεσπόται τῶν Ῥωμαίων· χαίρετε, ὁ πόθος τῆς ὅλης οἰκουμένης· χαίρετε, ἄνακτες ὁ δεῖνα καὶ ὁ δεῖνα, οὓς ἡ Τριὰς ἀνηγόρευσεν νικητὰς καὶ κόσμου εὐεργέτας." Καὶ μετὰ ταῦτα ἀνέρχονται εἰς τὰ βάθρα, καὶ λέγουσιν ἀπελατικὸν ἦχ. πλ. δʹ· "Χαίρει ὁ κόσμος ὁρῶν σε, αὐτοκράτορα δεσπότην, καὶ ἡ πόλις σου τέρπεται, θεόστεπτε ὁ δεῖνα· ὡραίζεται ἡ τάξις σε βλέπουσα ταξιάρχην, καὶ εὐτυχοῦσι τὰ σκῆπτρα σκηπτοῦχόν σε κεκτημένα. Κατακοσμεῖς γὰρ τὸν θρόνον τῆς πατρῴας βασιλείας, σὺν τῇ Αὐγούστῃ, προπέμπων μαρμαρυγὰς εὐταξίας ὅθεν εὐημεροῦσα διὰ σοῦ ἡ πολιτεία, τῆς σῆς αὐτοκρατορίας ἑορτάζει τὴν ἡμέραν." Καὶ λέγουσιν οἱ κράκται τὰ ἄκτα· "Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων." Καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." 2.90 ΟΒʹ (ΞΓʹ) Ὅσα δεῖ φυλάττειν τῇ ἐπαύριον εἰς τὸ δέξιμον. Πρὸ τοῦ ἀνιέναι τοὺς δεσπότας ἐπὶ τοῦ σένζου