νοῦν λαμβάνεται, τὰ μὲν πρῶτα ἐξουθενῶν αὐτόν φησι «μή μοι ἀλλοπρόσαλλε παρεζόμενος μινύριζε», καὶ τὰ ἑξῆς, ὅσα πρέπει παρῳδηθῆναι εἰς ἄλογον θυμόν. ἐπάγει γὰρ [παραποιῶν στίχον προπεποιημένον] «ἔχθιστος δέ μοί ἐσσι θεῶν, [οἳ Ὄλυμπον ἔχουσιν], αἰεὶ γάρ τοι ἔρις φίλη πόλεμοί [τε μάχαι τε.] μητρός τοι μένος ἐστὶν ἀάσχετον» καὶ ἑξῆς, ὡς ῥηθήσεται. Εἶτα ἐφιστᾷ καὶ αὐτῷ τὸν παρὰ θεοῖς 2.222 ἰατρὸν Παιήονα καὶ ἰᾶται τὸ τραῦμα, διότι, φησίν, ἐξ ἐμοῦ γένος ἐσσί. Τῷ ὄντι γὰρ προσδεῖται καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς τοῦ θυμικοῦ διά τι συγγενὲς ὁ νοῦς καὶ ἡ φρόνησις, καθὰ καὶ δορυφόρων οἱ βασιλεῖς. διὸ καὶ ἄγχουσι μὲν αὐτὸ καὶ ἐπιπλήττουσι καὶ ὑπείκειν ποιοῦσιν, οὐ μέντοι καὶ τέλεον ἐξαφανίζουσιν. (ῃ. 876) Ἀήσυλα δὲ ἔργα ἢ τὰ βλαπτικά παρὰ τὸ ἆσαι, ἤτοι βλάψαι, πλεονασμῷ τοῦ ˉη, ὡς καὶ ἐν τῷ ὑπέρφανος ὑπερήφανος, καὶ ἐν ἄλλοις, ἢ τὰ ἀηδῆ παρὰ τὸ ˉα στερητικὸν καὶ τὸ ἧσαι τὸ εὐφρανεῖν. Ποιητικὴ δὲ ἡ λέξις καὶ πεζῷ λόγῳ οὐκ εὔχρηστος. Ἰστέον δὲ καὶ ὡς περὶ ἀπειθοῦς τινος ἐροῦμεν ἂν πρὸς ἐπιεικῆ ἄρχοντα τὸ «ἄλλοι μὲν πάντες σοί τ' ἐπιπείθονται» καὶ τὰ ἑξῆς. (ῃ. 880) Καὶ ὅτι ἐν τῷ «αὐτὸς ἐγείναο παῖδ' ἀΐδηλον», ὃ παράφρασίς ἐστι τοῦ (ῃ. 875) «σὺ γὰρ ἔτεκες ἄφρονα κούρην», ὑποδηλοῖ ὁ Ὅμηρος ὁμοίως τοῖς ἄλλοις ποιηταῖς, ὡς ἐκ μόνου ∆ιὸς ἐγένετο ἡ Ἀθηνᾶ, καὶ οὐχ' ὥσπερ ὁ Ἄρης, ἐξ αὐτοῦ καὶ Ἥρας. Τὸ δὲ ἀνιέναι, ἤτοι ἀναπείθειν, λέξις Ὁμήρῳ συνήθης, πολλαχοῦ κειμένη. (ῃ. 882) ∆ιὸ καὶ μετ' ὀλίγα τὸ «μαργαίνειν ἀνέηκεν», ἡ Ἀθηνᾶ δηλαδὴ τὸν ∆ιομήδην, ταὐτόν ἐστι τῷ ἀνέπεισε, διήγειρεν, ἠρέθισε. Τὸ δὲ μαργαίνειν, ὅ ἐστι μαίνεσθαι, καὶ ὁ πρωτότυπος αὐτοῦ μάργος βαρυτόνως, ἢ μαργός ὀξυτόνως κατὰ Τυραννίωνα, ἢ ἐκ τοῦ μή ἀρνητικοῦ καὶ τοῦ ἔργον γίνεται κατὰ τοὺς παλαιοὺς ἢ ἐκ τοῦ μὴ ἀρήγειν. οὔτε γὰρ ἔργον τι σπουδαῖον τῷ μαργαίνοντι οὔτε ἀρήγεται ὡς ἀποδυσπετῶν. [(ῃ. 889) Σημείωσαι δὲ ὡς, εἰ καὶ ἡ ἄλλος ἀντωνυμία οὐκ ἔχει κλητικὴν ἀναγκαίῳ λόγῳ κατὰ τοὺς τεχνικούς, ἀλλ' ἰδοὺ ἐν τῇ συνθέσει τοῦ ἀλλοπρόσαλλε 2.223 ἔσχεν, ὅπερ ἐνέλειψε τῇ ἁπλότητι. ἔτι δέ, εἰ καὶ τὸ οὐδέτερον αὐτοῦ ὀφεῖλον εἶναι ἄλλον μετὰ τοῦ ˉν ἀναλόγως, ὅμως πέπονθεν αὐτοῦ ἔνδειαν, ὡς καὶ τὸ τοιοῦτο καὶ τοσοῦτο, ἀλλ' ἐπαναλαμβάνει αὐτό, καθ' Ἡρῳδιανὸν εἰπεῖν, ἐν τῷ ἀλλοπρόσαλλον. οὕτω δὲ καὶ ἐν τῷ ἔξαλλον καὶ ἄναλλον.] (ῃ. 883 ς.) Ὅτι συγκεφαλαιούμενος ὁ ποιητὴς διὰ τοῦ Ἄρεος ἐν βραχυτάτῳ τὰ εἰς πλάτος ἤδη τερατευθέντα φησὶ «Κύπριδα μὲν πρῶτον οὔτασε χεῖρ' ἐπὶ καρπῷ, αὐτὰρ ἔπειτ' αὐτῷ μοι ἐπέσσυτο δαίμονι ἶσος», ὁ ∆ιομήδης δηλαδή. (ῃ. 885) Ὅτι τὸ φυγεῖν περιφράζων φησὶν «ἀλλά μ' ὑπήνεικαν», ἤγουν ὑπήνεγκαν, ὑπεξήγαγον, «ταχέες πόδες». (ῃ. 886 ς.) Ἄρης δὲ καὶ τοῦτό φησιν, λέγων καὶ ὡς, εἰ μὴ ταχὺ ἔφυγεν, αὐτοῦ ἂν «πήματ' ἔπασχον ἐν αἰνῇσιν», ὅ ἐστι δειναῖς ἢ αἰαναῖς, «νεκάδεσσιν, ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν», ἤγουν ἐὰν ζῶν ἀσθενῶς εἶχον ταῖς ἐκ σιδήρου πληγαῖς. Τὸ γὰρ «ἤ κεν» γράφεται μὲν διὰ τοῦ ˉη παρὰ τοῖς ἀκριβεστέροις, ἑρμηνεύεται δὲ ἀντὶ τοῦ εἰ διστακτικοῦ, ὡς καὶ τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσι», καὶ ἄλλα δέ τινα, περὶ ὧν προείρηται. Λέγει δὲ νεκάδας τὰς τάξεις τῶν νεκρῶν. Τὸ δὲ ζώς ἐκ τοῦ ζωός 2.224 γίνεται κατὰ συναίρεσιν, οἷον «ζωὸς ἔην» καὶ «Ἄδρηστον ζωὸν ἕλε». ∆ιὸ καὶ ὀξύνεται ὡς ἐκ βαρείας καὶ ὀξείας συναιρεθέν, εἰ καὶ ὁ Ἀσκαλωνίτης αὐτὸ περιέσπα, καθά φασιν Ἀπίων καὶ Ἡρόδωρος. Καὶ οὐκ ἔστιν ὅμοιον τῷ σῶς ὁ ὑγιής. ἐκεῖνο γὰρ ἐκ τοῦ σάος ἢ σόος περιέσπασται, ὡς ἐξ ὀξείας καὶ βαρείας κραθέν. [Τὸ δὲ ἔα Ἰωνικόν, οὗ κοινὸν τὸ ἦα, ὃ δηλοῖ τὸ ἦν, κεῖται καὶ ἐν ἄλλοις, καί που ῥηθήσεται σαφῶς περὶ αὐτοῦ.] (ῃ. 889-91) Ὅτι πρὸς ἐριστικὸν καὶ ἀλλήναλλον ἄνθρωπον δυσωποῦντα πρέπει ῥηθῆναι τῶν τοῦ ∆ιός, ὡς ἐρρέθη, πρὸς Ἄρην τὸ «μή τί μοι, ἀλλοπρόσαλλε, παρεζόμενος μινύριζε. ἔχθιστος δέ μοί ἐσσι· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε». ὃ ἐκ τῆς ˉα ῥαψῳδίας παρελκυσθὲν ἀπαραποίητον κεῖται. τὸ μέντοι πρὸ αὐτοῦ 2.225 ἔπος παρῴδηται. ἀντὶ γὰρ τοῦ «ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων», ὃ ἐκεῖ ἐρρέθη, ἐνταῦθά φησιν «ἔχθιστος θεῶν, οἳ Ὄλυμπον