βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
φησὶν ὁ αὐτὸς περὶ τῆς αὐτοῦ ἀποκαταστάσεως. "Ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρέ νες μου ἐπεστράφησαν ἐπ' ἐμὲ, καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφὴ ἐπέστρεψεν ἐπ' ἐμὲ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκρα ταιώθην, καὶ (ἡ) μεγαλωσύνη μου προσετέθη μοι περισσοτέρα. Νῦν οὖν ἐγὼ Ναβουχοδονόσωρ αἰνῷ, 193 καὶ ὑπερυψῶ, καὶ δοξάζω τὸν Βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινοῦν." ̣5 ̣ Τὴν τοί νυν ἐκ Θεοῦ δοθεῖσαν (αὐτῷ) πολυολβίαν, ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπεμφαίνων διὰ Ἱερεμίου φάσκει· "Τάδε λέγει Κύριος· Ἰδοὺ 110.321 δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσωρ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ· καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἐν μαχαίρᾳ καὶ ̣50a ἐν λιμῷ ἐπισκέψομαι αὐτοὺς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ. Καὶ ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφ' ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξει ὡς πῦρ εἰς πόλεμον ἐπὶ σὲ, θύγατερ Σιών. Καὶ ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν ἀπὸ ἐκ λύσεως χειρῶν αὐτῶν·" καί· "Ἐκ ∆ὰν ἀκου σθήσεται φωνὴ ὀξύτητος ἵππων αὐτοῦ καὶ ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας αὐτοῦ σεισθήσεται πᾶσα ἡ γῆ ἐκείνη· καὶ ἥξει καὶ φάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλεις καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας." ̣6 ̣ Ὡσαύτως καὶ δι' Ἐζεκιὴλ οὕτω λέγει· "Ἰδοὺ ἐπάγω ἐπὶ Σὸρ τὸν Ναβουχοδονόσωρ, βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βασιλέων μεθ' ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. Καὶ περιβαλεῖ σοι τάφρον καὶ οἰκοδομήσει κύκλῳ χάρακα καὶ περιστάσεις ὅπλων· καὶ τὰς λόγκας αὐτῶν ἀπέναντί σου δώσει. Τὰ τείχη σου καὶ τοὺς πύργους καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ. Ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε κονιορτὸς αὐτῶν." Καὶ πάλιν· "Τάδε λέγει Κύριος Ἀδοναΐ· Ἰδοὺ, ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσωρ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκύβαλα αὐτῆς καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. Ἀντὶ τῆς λειτουργίας ἧς ἐδούλευσεν ἐπὶ (τὴν) Τύρον, 194 δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου. Καὶ ἀπολῶ τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονό σωρ· ἐν μαχαίραις γιγάντων αὐτοῦ, καταβαλῶ τὴν ἰσχὺν αὐτῶν." Καὶ μετὰ ταῦτα "Ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις, καὶ ἐκκαύσουσι, καὶ ἀνάψουσιν ἐν τοῖς ὅπλοις, καὶ θυρεοῖς, καὶ πέλταις, καὶ δόρασι, καὶ τόξοις, καὶ βέλεσι, καὶ βακτηρίαις χειρῶν, καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐταῖς πῦρ ἐν ἔτεσι ζʹ. Καὶ οὐ μὴ λήψονται ξύλα ἐκ τοῦ ἀγροῦ οὐδὲ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν ἀλλ', ἢ τὰ ὅπλα καύσουσιν." ̣7 ̣ Εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν ὁ ∆ανιήλ· "Σὺ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ Θεὸς βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ χρυσῆ κεφαλὴτῆς εἰκόνος." Καὶ. "Τὸ δένδρον, ὃ εἶδες τὸ μέγα, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσα ἐπ' αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν πετεινά. σὺ βασιλεῦ, ὅτι ἐμεγαλύνθης, καὶ ὑπερίσχυσας, καὶ ἡ με γαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν ̣50b, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς."
ΠΘʹ. Περὶ τῆς βασιλείας Οὐλεμαροδάχ. Μετὰ δὲ Ναβουχοδονόσωρ ἐβασίλευσεν Οὐλε 110.324 μαροδὰχ, ὁ υἱὸς αὐτοῦ, ἔτη εʹ, ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιάτορα αὐτοῦ. ̣2 ̣ Περὶ οὗ καὶ ἡ τῶν Βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερε μίας ἔφη· "Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ ζʹ ἔτει, ἀποικισθέντος τοῦ