τῆς Ἀσίας τυράννων παρεκάλει ἐπὶ τὴν ἀπόστασιν. ἐπὶ τοῦτον δὴ ἀναζεύξας Ἀμουράτης ὁ Μεχμέτεω ἐστρατεύετο, καὶ Τουραχάνην τὸν Θετταλίας ὕπαρχον ἐπέστελλεν ἐλαύνειν ἐπὶ τὸν Πελοποννήσου Ἰσθμόν, καὶ καθελεῖν τε τὸν Ἰσθμόν, καὶ ἐπιδραμόντα τὴν Πελοποννήσου χώραν, ὅση ὑπὸ τοῖς Ἑλλήνων ἡγεμόσι τυγχάνει οὖσα, ἀπελαύνειν. ὁ μὲν οὖν λαβὼν στράτευμα τὸ τῆς Θετταλίας καὶ Περαιβίας τῆς λίμνης ἀφίκετο ἐπὶ τὸν Ἰσθμόν, καὶ καταλαβὼν αὐτὸν ἔρημον καθεῖλέ τε αὐτόν, καὶ ἐσβαλὼν ἐς τὴν Πελοπόννησον ἐδῄου τε αὐτὴν τὴν χώραν, καὶ ἐπὶ Σπάρτην 2.59 ἀφικόμενος τήν τε Λακωνικὴν ἐπέδραμε καὶ ἀπήλαυνε. βασιλεὺς δ' εἰς τὴν Ἀσίαν διαβὰς ἐπὶ Καραμᾶνον ἤλαυνε τὸ δεύτερον, καὶ τήν τε χώραν ἐδῄου καὶ ἐπεκράτει. Ἐν ᾧ δὲ ταῦτα ἐγένετο, Γεώργιος ὁ Τριβαλλῶν ἡγεμὼν ἐς λόγους τῷ τε Ἰάγγῳ καὶ τῷ Παιόνων βασιλεῖ ἀφικόμενος, καὶ τῶν ἀρίστων τῆς Παιονίας μετιὼν ἕκαστον, ἐνῆγεν ἐπὶ Ἀμουράτῃ στρατεύεσθαι, καὶ χρήματα ἐς τὴν στρατείαν ταύτην ὑπέσχετο ἱκανὰ δοῦναι αὐτοῖς Παίοσιν, ἃ δὴ καὶ εἰσενέγκατο αὐτοῦ. ταῦτα δὲ αὐτῷ συγκατεργάζετο καὶ Ἰάγγος, ὃς τοῖς μὲν Ἕλλησι φίλιος ἦν, αὐτῷ φίλος τε ὢν ἐτύγχανε. Ἰωάννης δ' οὖν ὁ τοῦ Βυζαντίου βασιλεὺς ἐπολέμει πρὸς τοὺς Ἰανυΐους, διενεχθεὶς ἀπὸ αἰτίας τοιᾶσδε, τῆς ἀπὸ κουμερκίων τοῦ Γαλάτου ἕνεκα. ἐνταῦθα οἱ Ἰανύϊοι ναῦς πληρώσαντες μεγίστας δὴ τῶν παρ' αὐτοῖς καὶ τριήρεις τρισκαίδεκα, καὶ ἐμβιβάσαντες ἐς τὰς ναῦς ὁπλίτας αὐτῶν ἀμφὶ τοὺς ὀκτακισχιλίους, ἐπέπλεον ἐπὶ Βυζάντιον, ἐξελεῖν βουλόμενοι. καὶ ἐπὶ τοὺς Σκύθας τοὺς περὶ Βόσπορον ἐστρατεύοντο· τὴν γὰρ πόλιν αὐτῶν Καφᾶν καλουμένην ἐπὶ τῷ Βοσπόρῳ οἱ Σκύθαι, πρὸς τοὺς ἐν τῇ πόλει ταύτῃ διαφερόμενοι, ἦγόν τε καὶ ἔφερον. δι' ἃ δὴ καὶ πρὸς τὸν βασιλέα τῶν τῇδε αὐτοῦ Σκυθῶν Ἀτζικερίην πρέσβεις πέμψαντες, ὡς ξυμβαίνειν ἐπὶ τοῖς διαφόροις, ὡς οὐδὲν 2.60 σφίσι τῶν δεόντων ἀπέβαινεν, ἀνήνεγκαν τὴν πόλιν ἐπὶ τὴν Ἰταλίαν. ὡς οἱ Ἰανύϊοι δεινόν τι ποιούμενοι τοὺς Σκύθας λυμαίνεσθαι τῇ πόλει αὐτῶν ἀνήκεστον (ἐτύγχανε δὲ κατὰ ταὐτὸ καὶ ἡ πρὸς τοὺς Ἕλληνας αὐτῶν διαφορά), παρεσκευάζοντο καὶ ἐπ' ἀμφοτέρους στρατεύεσθαι ὡς ἐξελοῦντες. ἀφικόμενοι δὲ ἐς Βυζάντιον καὶ πόλεμον τῇ Κωνσταντίνου πόλει προαγορεύοντες, ἐπιπλεύσαντες δὴ ἐς τὸν Εὔξεινον πόντον παρῆσαν ἐς τὸν Καφᾶν. ἐνταῦθα δὴ τῆς Χερρονήσου ἀποβάντες ἴεντο εὐθὺς ὁμόσε ἐπὶ τοὺς Σκύθας, ἐξιόντες δὲ ἀπὸ τῆς πόλεως ἐπῄεσαν. ἐνταῦθα οἱ Σκύθαι, ὡς ἑώρων τοὺς Ἰανυΐους οὕτω κόσμῳ οὐδενὶ ταξαμένους ἐπιέναι αὐτοῖς, λόγον οὐδένα σφῶν ποιουμένους, τραπόμενοι γὰρ τῇ προτεραίᾳ ἐπὶ ποταμόν τινα αὐτοῦ ταύτῃ τῆς χώρας ηὐλίζοντο, οὔτε φυλακὰς καταστησάμενοι ἐς τὸ στρατόπεδον, οἰόμενοι δὴ οὐδέποτ' ἂν τοὺς Σκύθας ἐς τοσοῦτον τόλμης ἀφικομένους ἐθελῆσαι ἀνακινδυνεύειν συμβάλλοντας. ἐνταῦθα ὡς οἱ πρῶτοι αὐτῶν τοῦ στρατεύματος οὐκ ἀνέμενον τοὺς οὐραγούς, ὥστε ἐπὶ μέτωπον γενέσθαι τὸ στράτευμα, ἀλλ' ἐπὶ βάθος πορευομένους βάδην ἐποιοῦντο, ἐπῆγον ἐπὶ τοὺς πολεμίους, Σκύθαι δὲ ἐνταῦθα ἐπέκειντο τοῖς πρώτοις αὐτῶν, ὡς τούτοις μαχόμενοι. ἐτρέψαντο αὐτίκα ἐπιτιθέμενοι, καὶ ἐδίωκον, ὡς ποδῶν εἶχεν ἕκαστος. ἐνταῦθα ἐπέπιπτον ἐς τοὺς ἑτέρους αὐτῶν, καὶ ἔτρεπον καὶ τούτους ἐς φυγήν, καὶ οὕτως ἄχρι τῶν οὐραγῶν ἐγένοντο. τρεψάμενοι δὲ ἅπαν τὸ στράτευμα ἐς φυγὴν ἐφόνευον, οὐδενὸς 2.61 φειδόμενοι, πάντα, ὃν ἐπικαταλαμβάνοιεν, κατακαίνοντες, ἐς ὃ δὴ ἐς τὴν πόλιν διεσώζοντο, ὥστε μὴ ἀπολέσθαι. οὕτω δὴ ἀπαλλαχθέντες τοῦ πρὸς Σκύθας τοὺς ἐν τῷ Βοσπόρῳ νομάδας, κατέπλεον ἐς Βυζάντιον. ἀφικόμενοι ἐς Γαλατίην πόλιν τὴν καταντικρὺ Βυζαντίου ἐν τῇ Εὐρώπῃ, καὶ κοινῇ βουλευσάμενοι, ὃν τρόπον τὴν πόλιν μαχούμενοι ἐξέλωσι, τάς τε ναῦς ἐπλήρωσαν, καὶ ἐξοπλισάμενοι κατὰ τὸν Βυζαντίου λιμένα προσέφερον τὰς ναῦς ἐπὶ τὸ τεῖχος ὡς ἀπὸ τῶν νεῶν τὴν πόλιν αἱρήσοντες. οἱ μὲν οὖν Βυζάντιοι παρεσκευάζοντο ἀμυνούμενοι, καὶ ἀπὸ τοῦ τείχους ἐμάχοντο πρὸς τοὺς Ἰανυΐους ἀξίως λόγου· καὶ ὡς προσέβαλλον τῷ τείχει ἀπὸ τῶν νεῶν καὶ ἐπειρῶντο ἑλεῖν, οὐκ