90
χωροῦντος πρὸς τὸ γράψαι τοῖς πέραν τοῦ ποταμοῦ καὶ φύλακας αὐτῷ συναπέστειλεν ἄνδρας δυνάμεως ὁ τῶν Περσῶν βασιλεύς· ταυτὶ γὰρ Ἔσδρας ἱστόρησεν. Προλέγει δὲ καὶ τοὺς τὸν Ἱσραὴλ Βαβυλωνίους αἰχμαλωτίσαντας, δοριαλώτους ὑπὸ Κύρου δηλονότι γενήσεσθαι. Ἢ καὶ τάχα, διὰ τὸ τοὺς συναναβάντας αὐτοῖς ὑπὸ ζυγὸν γενέσθαι τοῦ νόμου καθάπερ αἰχμαλώτους, ἑαλωκότας τὴν καλὴν καὶ σωτήριον ἅλωσιν. Κατ' ἐκεῖνο δὲ τοῦ καιροῦ ἀνεθήσει τοῦ θυμοῦ σου, φησίν. ΚΕΦΑΛ. ΙΕʹ. ΤΟ ΡΗΜΑ ΤΟ ΚΑΤΑ ΤΗΣ ΜΩΑΒΙΤΙ∆ΟΣ. αθʹ. 9Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις. Νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. Λυπεῖσθε ἐφ' ἑαυτοῖς. Ἀπολεῖται γὰρ καὶ Γεβῶν, οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν ἐπὶ Ναβᾶν τῆς Μωαβίτιδοσ9, κ.τ.λ. ....... τοῦ οὐκ ἔρχεται πρὸς τὸ 2096 φῶς. Ὧν ὄντων ἐν νυκτὶ, καὶ τὸ τεῖχος πίπτειν νυκτὸς τὰ ὀχυρώματα τὰ σοφιστικά. Τούτοις γὰρ, ὡς ἀσφαλέσιν, ἠλαζονεύοντο. Ὧν δὴ πιπτόντων ἐν ἐλέγχοις ὀδύρονται· οἳ καὶ τοὺς περὶ Θεοῦ λόγους ἀστάτους ἔχοντες βωμὸν οἰκοδομοῦσι πεσούμενον ∆εηβὼν χρηματίζοντα, εἰς ὃν ἀνιέναι παρακελεύονται μετανοοῦντες, οὐ θύσοντες, ὡς ὅτ' ἂν ἐλάτρευον τῇ κτίσει παρὰ τὸν Κτίσαντα, τὴν θυσίαν τῆς ἑαυτῶν αἰνέσεως ἐπ' ἀλλοτρίων θυσιαστηρίων προσάγοντες, ἀνθ' ὧν κλαιέτωσαν τῆς κατὰ Θεὸν λύπης σωτηρίαν αὐτοῖς ἀμεταμέλητον προξενούσης. Τοιοῦτοι καὶ οἱ τὰς ἐλπίδας ἐπὶ ῥευστοῖς ἔχοντες πράγμασιν. Κλαίειν οὖν κελεύει τοὺς, ὧν τὰ ἤθη τὰ χρηστὰ διέφθειραν ὁμιλίαι κακαί. Ὧν καὶ τῆς διδασκαλίας ἀπογυμνοῦσθαι δεῖν διδάσκει, διὰ τοῦ φαλακρώματος μηκέτι τὸν κόσμον περικειμένους τὸν ἐξ αὐτῶν. Ἀντὶ κεφαλῆς γάρ εἰσιν οἱ καθηγηταὶ, κατὰ δὲ τὸ ῥητὸν, ἀτιμίαν δηλοῖ. Σύμβολον γὰρ ἀτιμίας φαλάκρωμα, ὥσπερ οὖν κατατομὴ βραχιόνων, τοῦ κόπτεσθαι καὶ θρηνεῖν. Ἢ ὅτι τοῖς εἰδωλολάτραις ἔθος ἐντομίδας ποιεῖν ἐν παρειαῖς καὶ βραχίοσιν. Αἰνίττεται δὲ τὸ, δι' ἀγαθῆς πολιτείας ἐξευτελίζειν τῶν πονηρῶν διδασκάλων τὰς ὑποθήκας τὰς πρακτικὰς εἰς ἔλεγχον ἀγομένας διὰ δὲ τῆς διαιρέσεως· οἳ καὶ πολλάκις τὸν βίον εἶναι δοκοῦντες ὀρθοὶ, πρὸς ἄτοπα καθέλκουσι δόγματα, καὶ ἤδη φωραθέντες ἴσους τὸν βίον ἐργάζονται, ἄγοντες διὰ τῆς πλατείας ὁδοῦ τῆς τῶν πρὸς ἡδονὴν φερόντων ψυχαγωγίας. Ἔνθα κελεύει κόπτεσθαι τὸν βεβασανισμένον βίον προαιρουμένους ἐπὶ ταῖς ἡδοναῖς μετεγνωκότας, ὁδὸν ζητοῦντας τὴν στενήν τε καὶ τεθλιμμένην, σάκκον τε περικειμένους πενθεῖν, ἐφ' οἷς διὰ τῆς ὀσφύος ἐξήμαρτον, ἥτις ἀντὶ τῶν γεννητικῶν πολλάκις παραλαμβάνεται· ἔτι γὰρ ἦν ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς Ἀβραὰμ ὁ Λευΐ· καὶ, Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι διὰ τὸ δεῖν συστεῖλαι τὰς ὀρέξεις τὰς ὑπουργοὺς τῆς γεννήσεως. ∆ιαγράφει δὲ πόλιν ὑπὸ πολέμου κατειλημμένην, ὅτεπερ οἱ μὲν ἐν πλατείαις καὶ στενωποῖς οἰμώζοντες διαθέουσιν, τὸ δὲ θῆλυ γένος, καὶ νήπια ἐνορῶντα ταῖς φάλαγξι τῶν πολεμίων ὀδύρεται. Τὰ δὲ ὑψηλὰ καὶ διάκενα τῶν μαθημάτων ἐκάλεσε δώματα. Τὰς δὲ οἱονεὶ διαιρέσεις τῶν νοημάτων ῥύμας τῆς Μωαβίτιδος· εἴτ' οὖν τις ἐφ' ὑψωμάτων ἐγένετο ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· εἴτ' ἐν διαλεκτικῇ τινι λόγων διαιρέσει δοκούντων εὐκρινῶς περὶ ἑκάστου διαλαμβάνειν τῶν προβλημάτων· ὁ τοιοῦτος ὀλολυζέτω διὰ τῆς μετανοίας. Οὐ θεῖοι γὰρ, ἀλλ' ἀνθρώπινοι λογισμοὶ τῶν Μωαβιτῶν τὰ διδάγματα. Πῶς δὲ κατὰ τὴν λέξιν, ἡ ὀσφὺς βοᾷ τῆς Μωαβίτιδος, καὶ ἡ ψυχὴ αὐτῆς γνώσεται; ἢ ὅτι προεισβάλλουσιν ἀεὶ τῶν ἀνηκέστων κακῶν ἀθυμίαι δειναί; 2097 ∆ηλοῖ τοίνυν ἡ τῆς ὀσφύος βοὴ, ὡς ἐν ὠδῖσιν ἡ Μωαβῖτίς ἐστι κεκρυμμένους ἔχουσα πόνους, φυσικῶς τε συναισθανομένη, καὶ ταῖς φήμαις σαλεύουσα. Βοᾷ γὰρ μέχρη Σηγὼρ, ἣν ὁρίζειν τὴν Μωαβῖτιν φασὶ, τοῦτ' ἔστιν ἡ πᾶσα χώρα μέχρι περάτων αὐτῆς, ἐξ ὧν ἡ Παλαιστίνη τὴν Ἀραβίαν ἐκδέχεται. Ἄλλως δὲ, τὸ ἐπικείμενον πένθος τῇ Μωαβίτιδι αἴτιον βίου γενόμενον σώφρονος, Βοᾷ ἐπὶ τῇ κραυγῇ τῆς Ἐσεβὼν καὶ Ἐλεάλη, καὶ Ἰασσά· τοῦ λόγουτὴν ἐπὶ μετανοίᾳ προκοπὴν ὑπεμφαίνοντος. Ὅτε θρηνοῦμεν ἑαυτούς τε καὶ τοὺς συνημαρτηκότας ἡμῖν, διὰ τῆς βοῆς κἀκείνοις γεγονότες