De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
λέγουσιν οἱ κράκται· "Ἀνάτειλον ἡ ἔνθεος βασιλεία." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Ἀνάτειλον" καὶ τὰ ἑξῆς τῶν ἄκτων. Καὶ ὅτε ἀνέλθωσιν οἱ δεσπόται ἐπὶ τοῦ σένζου, κατασφραγίζουσι πρῶτον, καὶ λέγει ὁ λαός "Ἅγιος, Ἅγιος, Ἅγιος." Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Καὶ εἶθ' οὕτως λέγουσι τὰ ἄκτα οἱ κράκται· "∆όξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη" Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ἐν ἀνθρώποις Χριστιανῶν εὐδοκία," Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ." Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "∆όξα Θεῷ τῷ ∆εσπότῃ πάντων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Τριλέξιν αʹ ἦχ. δʹ· "Ὁ Θεὸς ὁ δεσπόζων ἀοράτων καὶ ὁρωμένων ἀξιώσῃ ὑμᾶς, δεσπόται, ἑκατὸν ἐν εἰρήνῃ χρόνους βασιλεύειν Ῥωμαίων, καὶ τὴν παροῦσαν ἡμέραν τῆς αὐτοκρατορίας ἑορτάζειν." Ἄκτον αʹ· Λέγουσιν οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι" καὶ τὰ ἑξῆς τῶν ἄκτων. 2.91 Τριλέξιν βʹ· "Ἀσύγκριτοι στρατιῶται, οἰκουμένης οἱ πρόμαχοι, στεφηφόροι, οἱ ἐκ Θεοῦ ὑψωθέντες ἐπὶ θρόνου τῆς βασιλείας, διεσκορπίσατε ἔθνη ὅπλοις ἐνθέοις τῆς εὐσεβείας· ἀλλ' ὁ Θεὸς ὁ στέψας ὑμᾶς καὶ πάντων κτίστης ἐπὶ πλεῖον πλεονάσῃ ὑμῶν τὰς ἡμέρας." Ἄκτον βʹ· Λέγουσιν οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη" ὡς τὰ αἴσια ἅπαντα εἰς τὰ πέρατα ἐκφωνεῖσθαι· "Εὐφημήσωμεν Βένετοι κατὰ χρέως· εὐσεβεῖς, πολλοὶ ὑμῖν χρόνοι· νικηταί, πολλοὶ ὑμῖν χρόνοι· ἐκλογὴ τῆς Τριάδος, πολλοὶ ὑμῖν χρόνοι." Τριλέξιν γʹ· "Παρὰ Θεοῦ φιλανθρώπου ὑμεῖς ἐστέφθητε, Αὐγοῦσται, νοητῷ δὲ ἐλαίῳ ἐπευλογήθητε οὐρανόθεν εἰς χαρμοσύνην τοῦ λαοῦ ὑμῶν, θεοπρόβλητοι Αὐγοῦσται, καὶ εἰς κατάπτωσιν πάντων ἐναντίων." Ἄκτον γʹ· Λέγουσιν οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων." Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· "Πολλοὶ ὑμῖν χρόνοι." Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Καὶ αὐλεῖ τὸ ὄργανον. Καὶ λέγουσιν οἱ κράκται· "Ἅγιαχας." Καὶ ὅτε πληρώσῃ, λέγουσιν οἱ κράκται φωνὴν ἤχ. π. δʹ τὸ ἰχάδιν· "Ἅγια." Καὶ ὁ λαός· "Ἀνδρίζεται ἡ πόλις ἡ τῶν Ῥωμαίων, δεξαμένη ἐκ τοῦ ἰδίου θρέμματος τὴν σωτηρίαν καὶ δοξάζεται τὸ σκῆπτρον τῆς ἐξουσίας," "Ἀνανάγια·" "ὅτι ἐπεσκέψατο αὐτῷ ἀνατολὴ ἐξ ὕψους διὰ σοῦ, ὁ δεῖνα ἄναξ, τοῦ ἀγαπήσαντος δικαιοσύνην καὶ χρισθέντος ἐν ἐλαίῳ ἁγίῳ παρὰ Κυρίου, ἐβραβεύθη εἰρήνη τῇ πολιτείᾳ τῷ ῥυσαμένῳ ἐξ ἐχθρῶν τοὺς αἰχμαλώτους." Ἀπελατικὸν ἀπὸ φωνῆς ἦχ. π. δʹ· "Χαίρει ὁ κόσμος ὁρῶν σε αὐτοκράτορα δεσπότην, καὶ ἡ πόλις σου τέρπεται, θεόστεπτε ὁ δεῖνα· ὡραΐζεται ἡ τάξις σε βλέπουσα ταξιάρχην, καὶ εὐτυχοῦσι τὰ σκῆπτρα, σκηπτοῦχόν σε κεκτημένα. 2.92 Κατακοσμεῖς γὰρ τὸν θρόνον τῆς πατρῴας βασιλείας σὺν τῇ Αὐγούστῃ, προπέμπων μαρμαρυγὰς εὐταξίας, ὅθεν εὐημεροῦσα διὰ σοῦ ἡ πολιτεία τῆς σῆς αὐτοκρατορίας ἑορτάζει τὴν ἡμέραν." Καὶ ἀπὸ τούτου λέγουσιν οἱ κράκται· "Κύριε σῶσον τοὺς δεσπότας Ῥωμαίων." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται· "Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Οἱ κράκται. "Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Ὁ λαὸς ἐκ γʹ· "Κύριε, σῶσον." Καὶ ἀπὸ τούτων δέχονται οἱ Πράσινοι, καὶ μετὰ τὸ πληρῶσαι τοὺς Πρασίνους, λέγουσιν οἱ κράκται τῶν δύο μερῶν· "Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρογέννητα." Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· "Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ ἀνισταμένων τῶν βασιλέων ἀπὸ τοῦ σένζου, λέγει ὁ κράκτης φθογγήν· "Νανά." Καὶ ἄρχονται λέγειν τὰ δύο μέρη· "Περισώσῃ ὁ Θεὸς τοὺς δεσπότας." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Καὶ σιωπῶσι τὰ δύο μέρη, καὶ προκύπτει διὰ χαλκῶν καγκέλλων ἔμπροσθεν τοῦ σένζου ὁ τοῦ κουβουκλείου φωνοβόλος, κατέχων τὸν τόμον καὶ λέγει τὰ ἐκεῖ ἐγγεγραμμένα, ἅπερ εἰσὶ ταῦτα· "Ὁ παντοδύναμος καὶ πολυέλεος ἡμῶν Θεὸς ὁ στέψας τὴν ὑμετέραν γαλήνην διὰ πρεσβειῶν τῆς παναχράντου αὐτοῦ Μητρὸς ἀξιώσῃ ἡμᾶς ἅμα τοῖς φιλοχρίστοις ὑμῖν, ἐπὶ πολλοὺς χρόνους εἰρηνικῶς τὰς αἰσίας ταύτας ἡμέρας ἐπιτελεῖν." Καὶ εἶθ' οὕτως ἐκτείνει ὁ αὐτὸς φωνοβόλος τὴν δεξιὰν αὐτοῦ χεῖρα, τοῖς ἑαυτοῦ δακτύλοις ἀκτινοειδῶς διαστέλ 2.93 λων, καὶ πάλιν βοτρυδὸν