ἔχουσιν». (ῃ. 889) Ἰστέον δὲ ὅτι μινυρίζειν ἐστὶ τὸ μινυὸν κατὰ Ἀττικούς, ἤτοι μικρὸν καὶ ἠρέμα, κλαίειν. [Παλαιὸς δέ τις γράφει οὕτω ῥητῶς «μινυρίζειν τὸ ἠρέμα καὶ λεπτὸν ᾄδειν. οἱ δέ τινες τὸ θρηνεῖν καὶ ἀποδύρεσθαι». Ἡ δὲ χρῆσις τοῦ μινυοῦ φυλάττεσθαι δοκεῖ καὶ εἰσέτι νῦν ἐν Ἀθήναις. Εἰ δὲ ἐκ τοῦ μινυός ὁ Μινύας τὸ κύριον καθάπερ ἐκ τοῦ τυτθός ὁ Τυδεύς, στοχάσασθαι μὲν ἔστιν, ἀποφήνασθαι δὲ οὔ.] (ῃ. 890 ς.) Ἐν δὲ τῷ «αἰεὶ γάρ τοι ἔρις τε φίλη» καὶ ἑξῆς, ἀστέρα τὸν καὶ πρὸ ὀλίγου ῥηθέντα παρατιθέασιν οἱ παλαιοί, ὡς ὧδε κάλλιστα κειμένου τοῦ λόγου ἤπερ ἐπὶ τοῦ Ἀχιλλέως ἐν τῇ ˉα ῥαψῳδίᾳ. ὅπως δ' ἂν ἔχοι τὸ πρᾶγμα, οὐκ ἐν ἐπαίνῳ κεῖται τὸ ἀεὶ φίλερι. Χρὴ γὰρ κατὰ τοὺς σοφοὺς πολεμικὸν εἶναί τινα, οὐ μὴν φιλοπόλεμον. (ῃ. 892 ς.) Ὅτι τὸ τῆς Ἥρας ἀνένδοτον πρὸς τὸν ∆ία δηλοῦται μὲν καὶ ἐν τῇ ˉα ῥαψῳδίᾳ, ἐνταῦθα δὲ ἀριδηλότατα, ἐν οἷς αὐτὸς ὁ Ζεὺς ἀάσχετον λέγει τὸ μένος ἐκείνης καὶ οὐκ ἐπίεικτον, εἰ καὶ ὑπ' αὐτοῦ σπουδῇ δάμναται ἐπέεσσι. ∆ιασαφητικὸν δέ ἐστι τοῦ ἀάσχετον τὸ ἐπίεικτον, εἴπερ καὶ ταὐτὸν σχέσθαι καὶ εἴκειν. Οὐ δύο δὲ στερήσεις ἔχει τὸ ἀάσχετον κατὰ τὸ ἀάατον. οὐ γάρ, ὥσπερ ἀάατον ἔστιν ὅτε τὸ ἀτηρόν, οὕτω καὶ ἀάσχετον τὸ σχετόν. ἀλλὰ τὸ μὲν πρῶτον ˉα ἐπιτείνει, τὸ δὲ δεύτερον στερεῖ, ὡς δηλοῦν τὸ ἄγαν ἀκατάσχετον. (ῃ. 894) Ἐνταῦθα δὲ καί τι κεῖται παιδευτικὸν τοῦ φυλάττειν μυστήρια. Ὁ γὰρ τὴν Ἥραν ἐρεθισθεῖσαν κατὰ τοῦ Ἄρεος Ζεὺςεὖ εἰδὼς λέγει διστακτικῶς ὀΐεσθαι τὸν Ἄρην κείνης τάδε πάσχειν ἐννεσίῃσιν, 2.226 ἤγουν συμβουλαῖς, αἳ γίνονται οὐκ ἀπὸ τοῦ ἐννέπω, ἀλλ' ἢ ἀπὸ τοῦ ἔννοια κατὰ τοὺς παλαιούς, πρὸς ὁμοιότητα, φασί, τοῦ πηγόμαλλος πηγεσίμαλλος, ἢ μᾶλλον ἀπὸ τοῦ ἐνίημι, τὸ ἐμβάλλω, κατὰ τὸ «ἐν φρεσὶ βάλλεο σῇσιν», ἵνα ἐκ τοῦ ἐνίημι ἐνεῖμαι ἐνεῖσαι γίνεται ἐνεσία, καὶ διπλασμῷ τοῦ ˉν ἐννεσία, ἡ εἰς νοῦν ἐνιεμένη συμβουλή. (ῃ. 891-8) Ὅτι τὴν φύσει πατρικὴν σχέσιν καὶ ἐν μύθοις ὑπεμφαίνων ὁ ποιητὴς πλάττει τὸν πατέρα ∆ία λέγοντα πρὸς τὸν Ἄρην ὡς, εἰ καὶ φίλερις εἶ ἀεὶ καὶ μάχιμος καὶ ἀΐδηλος, ὃ φθάσας Ἄρης εἶπε κατὰ Ἀθηνᾶς, καὶ διὰ τοῦτο ἀνόμοιος τῷ πατρί, «ἀλλ' οὐ μάν σ' ἔτι δηρὸν ἀνέξομαι ἄλγε' ἔχοντα. ἐκ γὰρ ἐμεῦ γένος ἐσσί». ὃ διασαφῶν ἐπάγει «ἐμοὶ δέ σε γείνατο μήτηρ», ἤγουν οὐχ' ἁπλῶς ὁμογενὴς εἶ, ἀλλὰ καὶ υἱός, ὡς εἴπερ, φησίν, «ἐξ ἄλλου γε θεῶν γένευ», ὅ ἐστιν, ἐγένου, «ὧδ' ἀΐδηλος», ὃ σὺ ὠνείδισας εἰς Ἀθηνᾶν, «καί κεν δὴ πάλαι ἦσθα ἐνέρτερος Οὐρανιώνων», κατὰ τοὺς Τιτᾶνας δηλαδή. Χείριστος ἄρα ὁ μυθικὸς Ἄρης. διὸ καὶ καλῶς ὤκνει εἰπεῖν τὸ «σοί τ' ἐπιπειθόμεθα». οὐ γὰρ οἶδε πείθεσθαι, εἰ καὶ ἄκων δέδμηται. Ὅρα δὲ τὸ γένευ πρὸς ὄγκον λόγου φρασθέν. ἄλλως γὰρ ἦν γένου εἰπεῖν. (ῃ. 898) Τὸ δὲ ἐνέρτερος ἡ ἐντέλειά ἐστι τοῦ νέρτερος. Καὶ ταῦτα μὲν μυθικῶς ἐκ ∆ιὸς πρὸς Ἄρην. (ῃ. 895) Ἐν οἷς τὸ «ἀνέξομαί σε» ἀσυνήθως τοῖς ὕστερον αἰτιατικῇ συντάσσεται. ἀλληγορικῶς δὲ τί αὐτὰ βούλονται, προείρηται. (ῃ. 899) Ὅτι ἄνωγε μὲν τὸ ἐκέλευε προπαροξυτόνως, οἷον «Παιήον' ἄνωγεν ἰήσασθαι», ὃ καὶ ἀνώγει, γράφεται ἀπὸ τοῦ ἀνώγω ῥήματος, οὗ ὁ μέλλων ἀνώξω. ἐπὶ δὲ τοῦ ἤνοιγε προπερισπᾶται, οἷον «οὔ τις θεὸς ἄλλος ἀνῷγεν», ἐκ τοῦ ᾦγεν, 2.227 ὡς ἦγεν ἀνῆγεν, εὗδε καθεῦδε, καὶ ὅσα τοιαῦτα, ὡς καὶ προείρηται, τροχαϊκὰ ῥήματα. (ῃ. 900 ς.) Ὅτι ἐν τῷ «τῷ δ' ἐπὶ Παιήων ὀδυνήφατα φάρμακα πάσσων ἠκέσατο» φάρμακα μὲν πάντως τὰ ἐπ' ἀγαθῷ, δι' ὧν ὀδύνη πέφασται, ἤγουν πεφόνευται, ὅπερ ταὐτόν ἐστι τῷ ἀκεσώδυνα καὶ φέροντα ἄκος. Τὸ δὲ «πάσσεν» ἐμφαίνει ῥιζικὸν ἰατρὸν εἶναι καὶ τὸν Παιήονα, τρίβοντα βοτάνας καὶ καταπάσσοντα, ὡς καὶ ἀλλαχοῦ ἐφ' ἑτέρων οἶδεν ὁ ποιητής. (ῃ. 902-4) Ὅτι τὸ τάχος τῆς τῶν φαρμάκων, ὡς εἰκός, τοῦ μυθικοῦ Παιήονος θεραπείας ὁ ποιητὴς τεραστίως ὑποδηλῶν λαμβάνει παραβολὴν ἐκ τυροποιΐας καὶ λέγει οὕτω ταχέως αὐτὰ ξηρᾶναι τὸ τοῦ Ἄρεος ἕλκος καὶ συμπῆξαι τὸ αἷμα, «ὡς ὅτε ὀπὸς γάλα λευκὸν ἐπειγόμενος συνέπηξεν, ὑγρὸν ἐόν, μάλα δ' ὦκα περιστρέφεται κυκόωντι», τουτέστιν, οὕτω ταχέως ὁ Παιήων τὸν Ἄρην ἰάσατο συμπήξας τὸ ἕλκος, ὥσπερ ὀπὸς γάλατι