βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
Ἰωακεὶμ βασιλέως Ἰούδα ἐν τῷ ιʹ μηνὶ, ἐν τῇ ιδʹ τοῦ μηνὸς, ἔλαβεν Εὐΐλαδ Οὐλεμαροδὰχ, βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ οὗ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ 195 ἐξήγαγεν αὐτὸν ἐκ τοῦ οἴκου οὗ ἐφυλάσσετο καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς ἔζησεν." ̣3 ̣ Ἰωακεὶμ δὲ οὗτός ἐστιν (ὁ) καὶ Ἰεχονίας. Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ' οὗ καὶ ∆ανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσωρ ἀνελὼν ἐν Ἱερουσαλὴμ, ἔῤῥιψεν ἔξω τοῦ τείχους. ϛʹ. Περὶ Βαλτάσαρ. Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη γʹ, ὃς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· μιάνας τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Να βουχοδονόσωρ ἐξ Ἱερουσαλὴμ ἀνῃρέθη κατὰ θείαν ὀργήν· ̣2 ̣ φησὶ γὰρ τηνικαῦτα ∆ανιὴλ πρὸς αὐ τόν· "Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσωρ, τῷ πατρί σου· ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ πάντες οἱ λαοὶ καὶ γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ, καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωσεν· καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κα τήχθη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώ μιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνωσεν, ὅτι κυριεύει ὁ Ὕψι στος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν· καὶ σὺ οὖν, ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου· καὶ οἱ μεγιστᾶ νες, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαί σου, οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι· διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν γραφὴν ταύτην ἐνέδειξε ὄντως· ΜΑΝΗ, ΘΕΚΕΛ, ΦΑΡΕΣ. Τοῦτο Μανῆ· ἐμέτρησεν ὁ Θεὸς τὴν βασι λείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα. Φαρὲς δέ· διῄρηται 196 ἡ βασιλεία σου Μήδοις καὶ Πέρσαις. Καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος, καὶ ∆αρεῖος παρέλαβε τὴν βασιλείαν. ̣2 ̣ Μὴ νομίσῃ, φησὶν, ὅτι οἰκείᾳ ῥώμῃ χρησάμενος Ναβουχοδο νόσωρ πᾶσαν ὑπέταξε τὴν γῆν· ὁ γὰρ Θεὸς ἐπιφέρων ἀνθρώποις ἁμαρτωλοῖς τιμωρίαν, ὥσπερ τισὶν ὀρ γάνοις κέχρηται, προδήλως ἐπιτηδείοις καὶ πονη ροῖς εἰς πονηρίαν τῆς κατ' αὐτῶν θείας ὀργῆς· ὅθεν φησὶν διὰ Ἡσαΐου· "Μὴ δοξασθήσεται 110.325 ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Οὕτως ἐάν τις ἄρῃ ῥάβδον ἣ ξύλον." Ὥσπερ γὰρ, φησὶν, ἀδύνατον ἀξίνην αὐτομάτως ἢ πρίονα, ἢ ῥάβδον κινηθῆναι, τότε γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ̣51a ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι θελήσειεν, οὕτω δὴ κἀγὼ τοῖς πονηροῖς κατὰ τῶν πονηρῶν ἀνθρώπων κέχρημαι. Ταύτῃ τοίνυν καὶ Ἱερεμίας φησίν· "Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼ ἐποίησα τὴν γῆν τῇ μεγάλῃ ἰσχΰι μου καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. Καὶ ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονό σωρ, βασιλεῖ Βαβυλῶνος, τῷ δούλῳ μου, δουλεύειν αὐτῷ πάντα τὰ ἔθνη," καὶ τὰ ἑξῆς· καὶ τοῦ θείου κρίματος καὶ τῆς ἀῤῥήτου δικαιοκρισίας καὶ μακροθυμίας καταφρονήσας ἐπειράθη λοιπὸν ἐνδί κως παρὰ θείας ὀργῆς τὸ ἀδέκαστόν τε καὶ ἀναπόδραστον.
ςΑʹ. Βασιλεία ∆αρείου. Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε ∆αρεῖος ὁ Μῆ δος, ὁ καὶ Ἀστυάγης, ὁ Ἀρταξέρξης λεγόμενος, ἔτη ιβʹ, ὃς εἶχε γυναῖκα τοῦ Μαρδοχαίου Ἐσθὴρ, ἐπιλεχθεῖσαν διὰ κάλλος ἐκ τῶν Ἑβραϊκῶν νεανί δων, ἥτις καὶ τὸν ἴδιον λαὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατήγου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπι σθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχέον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα· ̣2 ̣ ἐν οἷς εἰκότως πεπλήρωται ἡ Γραφὴ ἡ λέγουσα· "Ὃς 197 δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς·" καί· "Ὃς παρα σκευάζεται δίκτυον ἐπὶ