91
ὑπόδειγμα μέχρι πόῤῥω, διὰ τῆς βοῆς τῆς μετανοίας τὸν τρόπον δημοσιεύοντες. Κωμῶν δὲ καὶ πόλεων τὰ κατειλεγμένα τῆς Μωαβίτιδός ἐστιν ὀνόματα μέχρι τοῦ παρόντος γνωριζόμενα, αἳ πᾶσαι τὴν ἐκ τῶν Ἀσσυρίων ὑπέμειναν ἄλωσιν. Καὶ Ἀριὴλ γὰρ μέχρι νῦν μεγίστη καθέστηκεν Ἀρεοπόλεως κώμη, καθὰ καὶ αἱ λοιπαί. Καὶ διάκενον τὸ περὶ τούτων ἀλληγορεῖν, τοσοῦτον γνῶναι δέον, ὡς τῆς εἰδωλολατρείας αὐτῶν τὴν δι' ἐρημίας ἀπώλειαν προφωνεῖ διὰ τοῦ βωμοῦ τοῦ ∆αίμων καὶ τοῦ ἄρχοντος· παρ' οἷς νῦν ἡ τοῦ Θεοῦ γνῶσις ἐκκλησίαι τε πανταχοῦ καθεστήκασιν. Ἐπάγει δὲ τίνος ἕνεκα τὰ προειρημένα συμβαίνει τὴν Μωαβῖτιν παθεῖν, λέγων· ∆άμαλίς ἐστι τριετής. Ὁ γὰρ τρίτος ἐνιαυτὸς τοῖς ἀλόγοις τῶν ζώων ἀρκεῖ πρὸς ἀκμὴν, εἴς τε τὸ σφριγῶσαν αὐτοῖς ἐνεργάσασθαι δύναμιν. Ἡ Μωαβῖτις τοίνυν ἰσχυρά τις οὖσα καὶ ἀπειρόζυγος ἐπεπήδα τοῖς πέλας, κατασκιρτῶσα πως τῶν ἀσθενεστέρων ἤγουν τελεία τίς ἐστιν ἡ τριετίζουσα δάμαλις, τοῦ τε γεννᾷν ἔχει δύναμιν, καὶ τοῦ τὸν τράχηλον ὑπέχειν ζυγῷ, δι' ἧς δείκνυσι τῶν δυναμένων ἐπιστρέφειν τὸ ἴδιον, ὡς τελειοῦσθαι μὲν κατὰ τὴν τῆς ψυχῆς ἡλικίαν, ἔχειν δὲ τὸν λόγον δυνάμενον ὑποβαίνειν τῷ ζυγῷ τῆς ἀληθείας. Ὧν τις ἐστερημένος οὐκ ἀπαιτεῖται τῆς μετανοίας τὰ ἔργα. ∆ιὸ καὶ τῷ Ἀβραὰμ ἔφησεν ὁ Θεός· "Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα." Τρυγόνα δὲ καὶ περιστερὰν οὐ περιέγραψε χρόνῳ, διὰ τὸ εὐθὺς τὰ ζῶα ταῦτα τῆς γεννήσεως ἄρχεσθαι, ἐπὶ δὲ τῆς ἀναβάσεως, φησὶ, τῆς λουὶδ κλαίοντες ἀναβήσονται. Ἀρχὴ γὰρ εὐφροσύνης ἐστὶ τὸ κλαίειν καλῶς, τὴν διὰ προκοπῆς τε ἀνάβασιν ἡ κατὰ Θεὸν λύπη ποιεῖ. Ἐφ' ᾗ καὶ Παῦλος εὐφραίνετο τοὺς ἑαυτοῦ λόγους ὁρῶν εἰς συναίσθησιν ἄγοντας. Κλαίων γάρ τις ἐπὶ τοῖς ἰδίοις κακοῖς, μὴ ἔχων ἔτι κατάβασιν, οὐκ εἰσελεύσεται εἰς τὰ κατώτατα τῆς γῆς. Πρὸς δὲ τὸ ἀναβαίνειν αὐτὸν ἡ τοιαύτη λύπη χειραγωγεῖ. Ὑψηλὴν δὲ εἶναί φασι καὶ λεωφόρον τινὰ τὴν Ἀρωνιεὶμ, ἀνακομίζειν τε εἰς αὐτὴν τοὺς ἐξ ἑτέρων φεύγοντας πόλεων. ∆ιό φησι, κλαίοντες ἀναβήσονται. Φωνὴ δὲ τοῖς κλαίουσι, σύντριμ 2100 μα καὶ σεισμὸς, προαναφωνοῦσι τὰ ἐκ τοῦ πολέμου συμβησόμενα πάθη πᾶσαν σείοντος πόλιν καὶ τοὺς ἐνοικοῦντας συντρίβοντος. Καὶ λόγος δὲ καθαπτόμενος τὸ φρόνημα συντρίβει τὸ πονηρὸν, καὶ σάλον ὥσπερ τοῖς αὐτοῦ λογισμοῖς ἐνεργάζεται πρὸς τὸ τοὺς μὲν ἐκριζωθῆναι, τοὺς δὲ ὑγιεῖς ἀντεισάγεσθαι λόγους. ∆ιὸ καρδίαν συντετριμμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Συντριβείσης γὰρ τῆς μοχθηρᾶς διαθέσεως, κλαύσονταί τε καὶ ἀναβήσονται. Ὧν οὐδέτερον ἔσται συνεστηκυίας καὶ μήπω σεσαλευμένης. Τὸ ὕδωρ τῆς Νεβρὶδ ἔρημον ἔσται. Πόλιν δὲ ταύτην, φασὶ, κειμένην μὲν ἐν ἐσχάταις τῆς χώρας, Ἐρυθρᾷ δὲ γειτνιῶσαν θαλάττῃ εὔυδρόν τε καὶ εὔβοτον, ὡς ἀρκεῖν ἵππῳ πολλῇ, εἶναί τε τοὺς οἰκοῦντας μαχιμωτάτους· ἀλλ' ἐπιόντων τῶν πολεμίων ἔρημος ὑδάτων ἔσται, καὶ χλωροῦ χόρτου, ὡς τοὺς ἱππότας ἀσθενεῖν ἀνῃρημένης τῆς ἵππου διὰ λιμόν. Οὗ γεγονότος, φησὶ, μὴ ἄρα φρονήσει μέγα καὶ οὕτως ἐφ' ἑαυτῆς; δηλοῖ δὲ καὶ, ὡς τὸ τῆς ψευδοδοξίας ὕδωρ πρότερον ῥέον ἀφθόνως, ἀφανισθήσεται. Ὅπερ ἀντίκειται τῷ τῆς ἀναπαύσεως ὕδατι, ἐφ' οὗ Κύριος ἐκτρέφει τοὺς ὑπ' αὐτοῦ ποιμαινομένους. Ὃ καὶ δίδωσι τοῖς πιστεύουσιν εἰς αὐτὸν, ὡς ἂν σχοῖεν ἐν ἑαυτοῖς πηγὴν ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Τὸ δὲ φαῦλον ὕδωρ χόρτον μόνον ἐκτρέφει. Καὶ αὐτὸς οὐκ ἔσται. Τοῦτ' ἔστιν, αἱ ψυχαὶ αἱ τὴν πρόσκαιρον ταύτην καὶ ταχὺ μαραινομένην τοῦ κόσμου δόξαν πεπαιδευμέναι ταχὺ ἀπανθήσουσι, τοῦ οἷον ἄρδοντος αὐτὰς ἐρημωθέντος λόγου. Τὸ δὲ, μὴ καὶ οὕτως μέλλει σωθῆναι, δείκνυσιν ὡς ἡ Μωαβῖτις μέλλουσα σώζεσθαι ὁδοῖς τισι καὶ τοῖς ἐπιπονωτέροις παιδεύμασιν ἐναχθήσεται. Καὶ τὸ, ἀπολεῖται γὰρ νυκτὸς, καὶ τὰ τοιαῦτα, δείκνυσιν ὡς ταῦτα γίνεται πρὸς σωτηρίαν αὐτῇ. Ἐπάξω γὰρ, φησὶ, ἐπὶ τὴν φάραγγα Ἄραβας, τάχα που σημαίνων τοὺς πλησιοχώρους Ἄραβας, ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς. Οἷς καὶ αὐτοῖς παραδώσειν φησὶ τὴν Μωάβ. Ἢ καὶ ὡς τοῖς Ἀσσυρίοις ἀκολουθήσασι. Μέχρι γὰρ τῆς