De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἐπισυστέλλων. Καὶ λέγουσι τὰ δύο μέρη· "Ἔς." Οἱ κράκται· "Νανά." Καὶ ὁ λαός. "Εἰσακούσῃ ὁ Θεὸς τῆς φωνῆς ἡμῶν." Οἱ κράκται· "Πολλά, πολλά, πολλά." Ὁ λαός· "Πολλὰ ἔτη εἰς πολλά." Οἱ κράκται· "Πολλοὶ ὑμῖν χρόνοι, τὸ πρόβλημα τῆς Τριάδος." Καὶ ὁ λαός· "Πολλοὶ ὑμῖν χρόνοι" καὶ τὰ ἑξῆς τῶν ἄκτων. Εἰδέναι δὲ δεῖ ὅτι κατὰ τὸν τύπον καὶ τὴν τάξιν τῆς ἐπιτελουμένης ἀκολουθίας τῇ παραμονῇ τοῦ δεξίμου, ὁμοίως καὶ δείλης ἐν τῇ φακλαρέᾳ, καὶ πάλιν ἐπὶ τῇ αὔριον εἰς αὐτὸ τὸ δέξιμον ἐπιτελοῦνται πάντα τὰ δέξιμα, πλὴν οἱ ἀπελατικοὶ καὶ τὰ τριλέξια καὶ τὰ τετράλεκτα ὀφείλουσιν λέγεσθαι περὶ οἵας ὑποθέσεώς ἐστι τὸ δέξιμον, ἐν μὲν τῇ αὐτοκρατορίᾳ τὰ τῆς αὐτοκρατορίας, ἐν δὲ τῷ χρυσῷ ἱπποδρομίῳ τὰ τοῦ Πάσχα, ἐν δὲ τῷ λαχανικῷ τὰ τοῦ γενεθλίου, ἐν δὲ τῇ Πεντηκοστῇ τὰ τῆς Πεντηκοστῆς, καὶ ἁπλῶς περὶ οἵας ὑποθέσεώς ἐστιν τὸ δέξιμον, ὀφείλουσιν λέγεσθαι οἵ τε ἀπελατικοὶ καὶ τὰ τριλέξια καὶ τὰ τετράλεκτα.
12.94 ΟΓʹ (Ξ∆ʹ) Ὅσα δεῖ παραφυλάττειν εἰς τὸ δέξιμον τοῦ χρυσοῦ ἱπποδρομίου δευτέρᾳ ἡμέρᾳ μετὰ τὸ Ἀντίπασχα.
∆ίδοται τὸ πέρατον ἀπὸ κελεύσεως διὰ τοῦ πραιποσίτου τῇ κυριακῇ ἑσπέρας, ἡνίκα ὑποστρέψῃ ὁ βασιλεὺς τῆς τοῦ ἁγίου Μωκίου προελεύσεως, καὶ ἐκτελοῦσι τῇ αὐτῇ ἡμέρα τὰ δύο μέρη, ἕκαστον ἐν τῇ ἰδίᾳ φιάλῃ, τὴν αὐτοῦ φακλαρέαν, ὡς εἴθισται αὐτοῖς ἐν ἑκάστῃ τοῦτο τελεῖν. Τῇ δὲ ἐπιούσῃ, ἤγουν τῇ δευτέρᾳ, προέρχονται ἅπαντες ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, οἱ μὲν πατρίκιοι διὰ χρυσοτάβλων χλανιδίων, οἱ δὲ λοιποί, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν. Ὁ δὲ τῆς καταστάσεως ἐλθὼν δηλοῖ τῷ πραιποσίτῳ, ὡς ὅτι οἱ δήμαρχοι ἤνεγκαν τὰ λιβελλάρια αὐτῶν καὶ ἵστανται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ ἅπαντες αὐτῶν, οἱ δὲ πραιπόσιτοι εἰσελθόντες ἐν τῷ Τριπέτωνι, ὡς ἀνωτέρω εἴρηται, μετὰ τῶν τοῦ κουβουκλείου ἁπάντων, βασταζόντων τῶν ὀστιαρίων τὰ αὐτῶν βεργία. Καὶ δηριγευόμενοι ὑπ' αὐτῶν πάντων ἐξέρχονται ἐκ τοῦ Τριπέτωνος καὶ διελθόντες διὰ τοῦ Λαυσιακοῦ, εἰσέρχονται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Καὶ οἱ μὲν τοῦ κουβουκλείου ἅπαντες καὶ ὁ τῆς καταστάσεως καὶ σιλεντιάριοι ἵστανται ἐν τῷ αὐτῷ τρικλίνῳ ἔνθεν κἀκεῖσε κατὰ τὰς αὐτῶν τάξεις· οἱ δὲ 2.95 πραιπόσιτοι ἵστανται ἐν τῇ μέσῃ αὐτῶν πρὸς τῇ κεφαλῇ. Καὶ ἐλθόντες οἱ δήμαρχοι πλησίον τῶν σιλεντιαρίων, προσκυνοῦσι τοῖς πραιποσίτοις, εἶτα διελθόντες μέσον τῶν τοῦ κουβουκλείου, ἐπιδιδοῦσι τὰ λιβελλάρια τοῖς πραιποσίτοις, αὐτοὶ δὲ δεξάμενοι αὐτά, ἀντιδιδοῦσιν ἀπὸ κελεύσεως τὸ πέρατον, καὶ εἶθ' οὕτως ὑποστρέψαντες ἀπὸ τῶν ἐκεῖσε οἱ πραιπόσιτοι, δηριγευόμενοι ὑπὸ τῶν προειρημένων, εἰσέρχονται διὰ τοῦ Λαυσιακοῦ ἐν τῷ Τριπέτωνι· ὁμοίως καὶ οἱ δήμαρχοι κατέρχονται, ἕκαστος αὐτῶν ἐν τῇ ἰδίᾳ φιάλῃ, προευτρεπίζοντες τὰ τοῦ δεξίμου· ἡνίκα δὲ εὐτρεπισθῶσι τὰ μέρη, ἐξέλθωσι δὲ καὶ τὰ σκεύη, καὶ ἁπλῶς ἅπαντες οἱ καθυπουργοῦντες ἐν τῷ δεξίμῳ, εἰ τύχωσι δὲ καὶ ἀποκρισιάριοι, καὶ ἵστανται κάτω ἐν τῇ φιάλῃ, καὶ τότε εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ δηλοῖ τῷ πραιποσίτῳ, ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν. Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἐν τῇ τοῦ Ἁγίου Θεοδώρου καμάρᾳ καὶ στεφθείς, διέρχεται διὰ τοῦ Χρυσοτρικλίνου, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ὄπισθεν δὲ τοῦ βασιλέως εὐνοῦχοι πρωτοσπαθάριοι, φοροῦντες τά τε στιχάρια αὐτῶν καὶ σαβάνια, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν, καὶ ἐξελθόντες ἐν τῷ Τριπέτωνι, ἵστανται ἐν τῇ ὁδῷ τῆς ἐξαγούσης πύλης ἀπὸ τοῦ Τριπέτωνος ἐν τῷ Λαυσιακῷ, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἵστανται ἔνθεν κἀκεῖσε ἐν τῷ Λαυσιακῷ μέχρι τῆς εἰσαγούσης πύλης ἐν τῷ Ἰουστινιανῷ· ἔμπροσθεν δὲ τῆς αὐτῆς πύλης τοῦ Ἰουστινιανοῦ ἵσταται ὁ τῆς καταστάσεως, καὶ πεσόντων τῶν προειρημένων πατρικίων τε καὶ στρατηγῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ τῆς προελεύσεως. Καὶ στάντων 2.96 ἁπάντων ἐν τῷ αὐτῷ τρικλίνῳ ἔνθεν κἀκεῖσε τῶν προειρημένων πατρικίων τε καὶ στρατηγῶν μετὰ πάσης τῆς συγκλήτου, ἵσταται ὁ βασιλεὺς ἐν τῷ πρώτῳ ὀμφαλίῳ. Ἐλθόντες δὲ ἅπαντες οἱ προλελεγμένοι προσκυνοῦσιν, καὶ ἀναστάντες, νεύει ὁ