βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
πρόσωπον τοῦ πλησίον, περιβαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί." Καί· "Ὁ ποιῶν πονηρὸν, εἰς αὐτὸ ἐγκυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ." Καί· "Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται." Καί· "∆ι' ὧν τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται." ̣3 ̣ Φησὶ γάρ τις τῶν μεγιστάνων· "Ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ." Καὶ ἐγένετο οὕτως κατὰ τὴν κέλευσιν βασιλέως Ἀρ ταξέρξου. ̣4 ̣ Ἐφ' οὗ καὶ τῷ ∆ανιὴλ ὡράθησαν καὶ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας, ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως, ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων καὶ διεφυλάχθη ἀσινής.
ςΒʹ. Βασιλεία Κύρου. Μετὰ δὲ ∆αρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ, ὃς ἀνελὼν Κροῖσον, πάσης ἐκράτησε τῆς γῆς (τῆς τε τῶν Χαλδαίων, καὶ Ἀσσυρίων, καὶ Περσῶν, Παλαιστίνην τε καὶ πᾶσαν τὴν Ἀσίαν, καὶ τὴν Λυδῶν βασιλείαν ὑπέταξε, ἀνελὼν Κροῖσον ὡς προείρηται). ̣2 ̣ Ἐφ' οὗ Κύρου ∆ανιὴλ ἐπιφα νέστερος ὑπάρχων, ἔτι καὶ τὸν Βὴλ συντρίψας, καὶ δράκοντα φονεύσας, καὶ τὰ σεβάσματα Περ 110.328 σῶν, ἐβλήθη πάλιν ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ϛʹ, ἐν ᾧ λέοντες ἦσαν ζʹ. Ἐδίδοτο αὐτοῖς τὸ καθ' ἡμέραν σώματα βʹ καὶ πρό βατα βʹ. Τότε δὲ οὐκ ἐδόθη αὐτοῖς οὐδὲν, ἵνα τὸν ∆ανιὴλ καταφάγωσι. Καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ, καὶ ἥψησεν ἑψήματα, καὶ ἐνέ θρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. Καὶ εἶπεν ὁ ἄγ γελος Κυρίου πρὸς αὐτόν· "Ἀπένεγκε τὸ ἄριστον τοῦτο εἰς Βαβυλῶνα τῷ ∆ανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων. Ὁ δέ φησι· Βαβυλὼν οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστιν. 198 Καὶ ἐπιλα βόμενος ὁ ἄγγελος τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. Καὶ ἐβόησεν Ἀμβα κοὺμ λέγων· ∆ανιὴλ, ∆ανιὴλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος. Καὶ εἶπε ∆ανιήλ· Ἐμνήσθης γάρ μου, ὁ Θεὸς, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγα πῶντάς σε, Κύριε. Καὶ ἀναστὰς ∆ανιὴλ ἔφαγε, καὶ πάλιν εὐθὺς ὁ ἄγγελος ἀπεκατέστησε τὸν Ἀμβακοὺμ ἐπὶ τὸν τόπον αὐτοῦ. Ὁ δὲ βασιλεὺς τῇ ζʹ ἡμέρᾳ ἐλθὼν ἐπὶ τὸν λάκκον καὶ εὑρὼν αὐτὸν μηδὲν ὑπὸ τῶν λεόντων ἀδικηθέντα, καὶ τὸν σεσωκότα Θεὸν δοξάσας, τὸν μὲν ∆ανιὴλ εὐθὺς ἀνήγαγεν ἐκ τοῦ λάκκου, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ κατ ήγαγον εἰς τὸν λάκκον, καὶ παραχρῆμα κατεβρώ θησαν ὑπὸ τῶν λεόντων ἐνώπιον αὐτοῦ." ̣3 ̣ Ὑφ' οὗ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἀνεκλήθησαν οἱ Ἰουδαῖοι, ἄφεσιν αὐτοῖς προσφωνήσαντος αὐτοῦ καὶ τὴν πρὸς Ἱερουσαλὴμ ̣51b ἐπάνοδον ἐπιτρέψαντος, ἐπληρώθη ὁ ἑβδομηκονταετὴς χρόνος τῆς αἰχμαλω σίας αὐτῶν κατὰ τὸν θεῖον ὅρον. Τοῦ δὲ Υἱοῦ Ζορο βάβελ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐλθόντων εἰς Ἱερουσαλὴμ καὶ τὸν ναὸν οἰκοδομεῖν ὡς ἐξ ἐπιτροπῆς Κυρίου καὶ φιλοτιμίας ἀρξαμένων, ἐκωλύθησαν ὑπὸ τῶν περιοίκων διαβεβληκότων αὐ τοὺς πρὸς τὸν βασιλέα.
ςΓʹ. Βασιλεία Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης, ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσωρ κληθεὶς, ἔτη ϛʹ. ̣2 ̣ Ὃς πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ, βασιλέα Μήδων, καὶ συμμαχίαν αἰτήσας παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου, καὶ μὴ δεδωκότων αὐτῷ, ἀλλὰ καὶ ἀντιῤ ῥηκότων, πόλεμον ἔθετο μετὰ τὸ νικῆσαι καὶ περι γενέσθαι τοῦ Ἀρφαξὰδ κατὰ τῶν μὴ δεδωκότων. Καὶ δὴ ὑποστρέψας μετὰ νίκης, ἀπέστειλε τὸν αὐτοῦ ἀρχιστράτηγον Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ' αὐτῶν. Καὶ παντὸς ἔθνους κυριεύσας ὁ Ὀλοφέρ νης 199 καὶ τὰ εἴδωλα τούτων συντρίψας, πρὸς Βε τιλούαν τὴν πόλιν ἦλθεν ἐν χιλιάσιν ὁπλιτῶν ρκʹ. Καὶ ὁ μὲν Ὀλοφέρνης εἰς πόλεμον παρετάσσετο, κατεσφαλισμένων ἐν τῇ πόλει τῶν υἱῶν Ἰσραήλ. Ὁ δὲ στρατηγὸς αὐτοῦ Ἀχιὼρ συνεβούλευσεν αὐτῷ 110.329 μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερα σπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὀλοφέρνης ἀπέστειλεν αὐτὸν ἐν τῇ πόλει ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ ταύτης περιγένοιτο. Καὶ