92
Περσίδος μετὰ ∆αμασκὸν παρατείνοντες τοῖς Βαβυλωνίοις συνεστρατεύοντο. Φάραγγα δὲ, κατὰ τὸ εἰκὸς, ὀνομάζει τὴν Νεβρὶδ, διὰ τὸ κοῖλον τῆς θέσεως, τῶν ἄλλων ἐν ὕψει κειμένων. ∆ηλοῖ δὲ ὡς οἱ μὲν πρότεροι διὰ τοῦ κλαυθμοῦ σωθήσονται. Οἱ δὲ τὴν ἀμετανόητον ἔχοντες καρδίαν, διὰ τῆς ἐξ Ἀράβων ἐπαγομένης πληγῆς [ὀλέσονται], Ἄραβες δὲ οἱ ἑσπέριοι. Ἢ τάχα αἱ οἰκεῖαι τῷ σκότῳ δυνάμεις, δι' ὧν ἀποστέλλονται παιδευτικαὶ πληγαὶ τοῖς τὴν ἀμετανόητον καρδίαν ἔχουσιν. Τὸ δὲ, συνῆψεν ἡ βοὴ τὸ ὅριον τῆς Μωαβίτιδος, τὸ πληρῶσαι πᾶσαν δηλοῖ· καὶ ἐπεὶ τὸ αὐτὸ δύναται καὶ πέρας εἶναι χώρας καὶ ἀρχὴ τὸ ὅριον τῆς Μωαβίτιδος, νῦν ἀπὸ τῆς ἀρχῆς τὴν προσηγορίαν εἴληφεν. Καὶ ὀλολυγμὸς αὐτῆς πάντα πεπλήρωκεν ἕως τοῦ φρέατος Ἐλείμ. Ὀνομάζει δὲ τήν τε Ἀγαλλεὶμ, καὶ τὸ φρέαρ τοῦ Ἐλεὶμ, ὡς ἔξω 2101 πόλεις οὔσας, ἐπ' αὐτοῖς κειμένας τέρμασιν. Εὐϋδροτάτην δὲ λόγος εἶναι τὴν Ῥεμμῶν, ἀλλ' ὅμως καὶ ταύτης τὸ ὕδωρ τῷ τῶν σφαττομένων αἵματι μολυνθήσεται. Τὸ δὲ ὕδωρ τὸ ∆εηβὼν. Πάλιν τὸ ὕδωρ διδασκαλίαν φησὶν, ὅπερ αἵματος πλῆρες εἶναι λέγει, διὰ τὸ ἐνόχους θανάτου γίνεσθαι τοῖς διδασκομένοις τοὺς κακῶς καθηγουμένους· τοιοῦτοι γὰρ οἱ ἀπολλύντες τὰς ψυχὰς ὀλέθριοι λόγοι. Καὶ ἀρῶ, φησὶ, τὸ σπέρμα Μωάβ. Τὸ μὴ μεταστὰν ἐπὶ τὰ κρείττονα, ἀλλὰ μεῖναν ἐν τοῖς μὴ εἰσερχομένοις εἰς Ἐκκλησίαν Κυρίου, σπέρμα τοῦ Μωάβ. Οὐκ εἰσελεύσονται γὰρ Μωαβῖται εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα· ἐξαίρειν ἀπειλεῖ. Ὃ καὶ σπέρμα τοῦ Ἀριὴλ ὀνομάζει, ὅπερ ἑρμηνεύεται λέγων. Τοὺς γὰρ φρονικοὺς καὶ ὁ Κύριος ἐκ τοῦ διαβόλου γεγεννῆσθαί φησιν, ὁρῶν τῶν Ἰουδαίων τὴν κατ' αὐτοῦ φονῶσαν προαίρεσιν λέγων· "Ὑμεῖς ἐκ τοῦ Πατρὸς ὑμῶν τοῦ διαβόλου ἐστὲ, καὶ τὰ ἔργα τοῦ Πατρὸς ὑμῶν ποιεῖτε." Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς. Σπέρμα οὖν Μωὰβ οἱ ἀποστάται τῆς Ἐκκλησίας. Σπέρμα δὲ Ἀριὴλ, οἱ κατὰ τῶν ἀδελφῶν φονῶντες ὀλεθρίαν λόγοις ταῖς αὐτῶν ψυχαῖς ἐμποιοῦντες τὸν θάνατον. Εἶτά φησιν, καὶ τὸ κατάλοιπον Ἄδαμα. Τοῦτο δὲ σημαίνει τὴν γῆν τὴν παρθενικὴν, ἀφ' ἧς Ἀδὰμ ἐπλάσθη. ΚΕΦΑΛ. Ιʹ. αεʹ. 9Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Μὴ πέτρα ἔρημος ἔσται, τὸ ὄρος Σιών; ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος, θύγατερ Μωάβ9, κ.τ.λ. Ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν. Τοῦτ' ἔστι, τὸ κατάλοιπον τῶν ἀνθρώπων τῶν τὰ γήϊνα φρονούντων, δι' οὗ γεγενῆσθαι ἐκ τῆς ἑαυτῶν κακίας ἑρπετὰ καὶ ἰοβόλα· ἑρπετὰ μὲν, τῷ τὸ ὕψος ἀποβαλεῖν, ἐφ' οὗ κατὰ τὴν πρώτην κατασκευὴν βεβηκότες ἐτύγχανον. Ἰοβόλα δὲ, διὰ τὸ φθαρτικὸν τῶν συνόντων τούτους ἐξαποστέλλειν ὁ λόγος φησί. Μετὰ οὖν τοὺς προτέρους Μωαβίτας, περὶ ὧν τὰ κρείττονα εἴρηται, εἴ τις ἐν τῇ γῇ καταλείπεται, καὶ ὁμοιοῦται τῷ ὄφει, περὶ οὗ εἴρηται, ὅτι "Γῆν φαγῇ πάσας τὰς ἡμέρας σου·" οὗτος ἐξαποστέλλεται, ὡς τὰ ἑρπετά. Ἐσθίει δὲ γῆν ὁ σπείρων εἰς τὴν σάρκα, καὶ ἐκ τῆς σαρκὸς θερίζων φθοράν. ∆ηλοῖ δὲ τὸ, ὡς ἑρπετὰ τὸ ὑπολελειμμένον ἀποσταλῆναι, ὅτι πικροὶ ὄντες ἀεὶ βαδιοῦνται εἰς αἰχμαλωσίαν, καθάπερ ὄφεις ἐπῳδαῖς γεγοητευμένοι. Ἀναγάγοις δ' ἂν καὶ οὕτως ἄνωθεν τὸ ῥητόν. Ψυχὴ τῷ θείῳ φόβῳ τετειχισμένη, ἰσχυρὰ καὶ δυσάλωτος. Νικᾷ δὲ μᾶλλον ἀρχάς τε καὶ ἐξουσίας. Εἰ δὲ τοῦ Θεοῦ τὰς ἐντολὰς ἀποσείσαιτο, ἀπογυμνοῖ πάσης αὑτὴν ἐπικουρίας, καὶ τεῖχος ὥσπερ περιελὼν εὐόλισθον αὐτὴν τοῖς πάθεσιν ἀπεργάζεται. Οὕτω παραδίδονταί τινες εἰς ἀδόκιμον νοῦν. Ἐὰν 2104 γὰρ κλείσῃ κατὰ ἀνθρώπου, φησὶ, τίς ἀνοίξει; μεθ' ἅ φησι, Μὴ πέτρα ἔρημός ἐστι τὸ ὅρος Σιών; πάλαι γὰρ ἐπιστρατεύσας τῇ Σαμαρείᾳ Σαλμανασσὰρ ὁ Ἀσσύριος, εἷλέ τε τὰς ἐν αὐτῇ πόλεις, καὶ τῶν ἐν Ἰουδαίᾳ πολλὰ προσηδίκησεν. Ἐφ' οἷς ἐπεμβαίνοντες οἱ Μωαβῖται, πέτραν αὐτὴν ἠρημωμένην ὠνόμαζον, ἀσθένειαν ὥσπερ ἐπιφέροντες τῷ ταύτης Θεῷ. ∆ιὸ μετά τινος ἤθους πρὸς αὐτοὺς ἀποτείνεται, ὡς δὴ πεισομένους τὰ χείρονα, ὧν ἐκείνοις ὠνείδιζον, νεοσσῷ τε τούτους ἀπείκασεν ἐψιλωμένῳ σκέπης μητρός. Οὕτως ἄρα χρήσιμον τὸ, Ἐὰν πέσῃ ὁ ἐχθρὸς, οὐ μὴ ἐπιχαρῆς αὐτῷ, ὅτι ὄψεται Κύριος, καὶ