De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
πραιπόσιτος τῷ σιλεντιαρίῳ τῷ ἑστῶτι ἐν τῷ κατωτέρῳ μέρει τῆς αὐτῆς δοχῆς ἀπὸ κελεύσεως, κἀκεῖνος λέγει· "Κελεύσατε·" αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα, "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπ' αὐτῶν πάντων ἅμα σπαθαροκανδιδάτων φορούντων μανιάκια καὶ σπαθία, βασταζόντων καὶ σκουτάρια καὶ διστράλια, διέρχεται, καὶ μελλόντων αὐτῶν ἐξέρχεσθαι τὴν ἐξάγουσαν ἀπὸ τοῦ Ἰουστινιανοῦ πρὸς τὸ ἡλιακὸν πύλην, εὐθέως ἐφαπλοῖ τὸ παρακυπτικὸν ἔμπροσθεν τοῦ σένζου ἐπάνω τοῦ στηθέου τοῦ καγκέλλου κουβικουλάριος ὁ φωνοβόλος· ὁ δὲ τῆς καταστάσεως λαβὼν τὸ ἄκρον τῆς τοῦ βασιλέως χλανίδος, ποιεῖ τὸ ῥωσθέλιον, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς ἀνελθὼν ἵσταται ἔμπροσθεν τοῦ σένζου, καὶ σφραγίζει τὸν λαὸν ἐκ τρίτου καὶ παντὸς τοῦ λαοῦ ἀναφωνήσαντος "Ἅγιος", καθέζεται ἐπὶ τοῦ σένζου. Οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου ἵστανται ἔνθεν κἀκεῖσε, εἶθ' οὕτως ἵστανται πατρίκιοι ὁμοίως ἔνθεν κἀκεῖσε ἅμα τοῖς δομεστίκοις καὶ τῆς συγκλήτου πλησίον τῶν παρακυπτικῶν τοῦ καγκέλλου, μὴ ἐπερειδόμενοι ἐπ' αὐτοῖς, ἀλλ' ἵστανται ὄρθιοι, καὶ μετὰ τὸ ἀνακράξαι τὸν δῆμον τό, "Ἅγιος," αὐλοῦντος καὶ τοῦ ὀργάνου ἐν τῇ φιάλῃ, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει διὰ τῆς χειρὸς ἐκ τρίτου, καὶ λήγει τὸ ὄργανον, καὶ εἶθ' οὕτως ἄρχονται οἱ τοῦ μέρους ἐκτελεῖν τὰ συνήθη ἅπαντα· εὐφημήσαντος δὲ τοῦ δήμου καὶ ἐκφωνήσαντος, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, ἄρχεται ὁ δῆμος τὸν ἀπελατικόν. Καὶ ἡνίκα ἄρξηται ὁ δῆμος τὸν ἀπελατικόν, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, ὁ δὲ τῆς καταστάσεως 2.97 ἀπελθὼν νεύει τοῖς μεγάλοις δομεστίκοις τῶν ταγμάτων κατὰ συνήθειαν, καὶ κατέρχονται κάτω ἐν τῇ φιάλῃ, καὶ ἵστανται ἐν τῇ αὐτῶν τάξει. Καὶ πληρουμένου τοῦ ἀπελατικοῦ, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, λέγουσιν οἱ τοῦ μέρους, ὡς εἴθισται αὐτοῖς, τὰ τετράλεκτα, καὶ ἀκτολογοῦσιν· λέγουσιν δὲ καὶ αὐγουστιακά, καὶ τελεσθέντων τούτων, ἄρχονται τὴν φωνήν. Ἡνίκα δὲ ἄρξονται τὴν φωνήν, λαμβάνει νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς ὑπατικοῖς· οἱ δὲ ἀπέρχονται καὶ εἰσέρχονται ἐν τῷ Ἰουστινιανῷ, καὶ ἵστανται ἐν τῇ αὐτῶν τάξει ἔνθεν κἀκεῖθεν, καὶ τῆς φωνῆς τελεσθείσης, ἀνίσταται ὁ βασιλεύς, καὶ εὐθέως πάλιν αὐλεῖ τὸ ὄργανον. Καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τοῦ σένζου, καὶ ὀπίσω αὐτοῦ ἵστανται εὐνοῦχοι πρωτοσπαθάριοι ἠλλαγμένοι· οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου, πατρίκιοί τε καὶ στρατηγοὶ ἵστανται ἔνθεν κἀκεῖθεν ἔμπροσθεν τοῦ βασιλέως μέχρι τῆς εἰσαγούσης πύλης ἀπὸ πλαγίας ἐν τῷ Ἰουστινιανῷ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει κουβικουλαρίῳ τῷ φωνοβόλῳ, κἀκεῖνος παρακύψας νεύει ἐκ γʹ τῷ λαῷ, καὶ παύει τὸ ὄργανον καὶ σὺν αὐτῷ οἱ τοῦ μέρους, καὶ εὐθέως ἄρχεται ὁ φωνοβόλος λέγειν· "Ὁ παντοδύναμος καὶ πολυέλεος Θεός" καὶ τὰ ἑξῆς. Καὶ τελέσαντος αὐτοῦ, ἄρχονται τὰς συνήθεις αἰτήσεις αἰτεῖσθαι, καὶ ἑκάστης αἰτήσεως τελεσθείσης, νεύει ὁ πραιπόσιτος τῷ φωνοβόλῳ, κἀκεῖνος συντίθεται διὰ τῆς χειρὸς ἐκ γʹ καθ' ἑκάστην, ὡς ἀνωτέρω εἴρηται. Καὶ πάντων τελεσθέντων, διέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, διὰ τοῦ Ἰουστινιανοῦ τρικλίνου, ἡ δὲ σύγκλητος ἅμα σπαθαροκανδιδάτων καὶ σπαθαρίων ἵστανται ἔνθεν κἀκεῖσε, 2.98 ὡσαύτως καὶ τὸ ἄρμα ἵσταται ἐξ ἀριστερᾶς τῆς ἐξαγούσης πύλης ἀπὸ τοῦ Ἰουστινιανοῦ ἐν τῷ Λαυσιακῷ, ἐν ᾖ καὶ τὸ σκάμνον ἵσταται τοῦ κουροπαλάτου. ∆ιερχόμενος δὲ ὁ βασιλεύς, ὡς προείρηται, μέσον τῆς συγκλήτου, οὗτοι ἅπαντες ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους" καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ Τριπέτωνος, καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ εἰσελθὼν ἔνδον τοῦ βήλου ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ εἶθ' οὕτως εἰσελθόντες οἱ βεστήτορες ἀπὸ κελεύσεως, λαμβάνουσι τὴν χλανίδα τοῦ βασιλέως καὶ ἐξέρχονται. Ὁ δὲ βασιλεὺς καθέζεται, μέχρις ἂν ἡ παρασκευὴ ἅπασα τοῦ δεξίμου ὁμοιοτρόπως τῆς φιάλης τῶν Πρασίνων μετέλθῃ ἐν τῇ φιάλῃ τῶν Βενέτων, τουτέστι τά τε σκεύη καὶ τὸ πολίτευμα-εἰ τύχωσιν, ὡς προείρηται, καὶ πρέσβεις ἐθνῶν-καὶ εἶθ' οὕτως μετὰ τὸ πάντας εὐτρεπισθῆναι τοὺς μέλλοντας καθυπουργεῖν ἐν τῷ δεξίμῳ φιάλης τῶν Βενέτων, εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ δηλοῖ τῷ πραιποσίτῳ, ὡς ἕτοιμά ἐστιν πάντα, καὶ ὁ πραιπόσιτος δηλοῖ τῷ