οὐκοῦν τετρυγήκασι τοὺς τῆς εἰς τοῦτο λοιπὸν ἀδικίας καρ- ποὺς, κατεδηδόκασι καρπὸν ψευδῆ, τουτέστιν, ἀθρανῆ τε καὶ ἀνόνητον ἐσχήκασι τὴν ἐλπίδα. καρπὸς μὲν γὰρ ὁ ἀληθινὸς, ὁ σώζειν τε καὶ ὠφελεῖν δυνάμενος, ἡ εἰς Θεὸν ἀγάπη, καὶ τὰ τῆς δικαιοσύνης αὐχήματα· καρπὸς δὲ ψευδὴς, ὁ τῆς δυσσεβείας νοοῖτ' ἂν εἰκότως· καταίρει γὰρ πάντως εἰς τέλος τὸ ἀπευκτόν. ποῖος οὖν ὁ ψευδὴς ἄρα καρπὸς, ὁ ἐκ τῆς δυσσεβείας αὐτοῖς γεγενημένος, παρέδειξεν εὐθύς. προσεπάγει γάρ Ὅτι ἤλπισας ἐν τοῖς ἅρμασί σου, ἐν πλήθει δυνάμεώς σου, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. δεδυσσέβηκας μὲν γὰρ οὐ μετρίως, φησὶ, ξύλοις τε καὶ λίθοις λελατρευκὼς, καὶ τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς ἀτιμάσας Θεόν. εἶτα τοῦ πολέμου περιηγγελμένου, βεβηκότος δὲ ἤδη καὶ αὐτῶν εἴσω θυρῶν, οὐ τὴν παρ' ἐμοῦ μᾶλλον ἐζήτεις ἐπικουρίαν, ἀλλὰ ταῖς ἑαυτῶν δυνάμεσι, καὶ τῷ πλήθει τῶν ἁρμάτων ἐπ- εθαρσήσατε, καὶ τῆς τῶν πολεμίων ἰσχύος κρατήσειν ὑπ- ελαμβάνετε, ἀρκούσης ὑμῖν εἰς τοῦτο τῆς τῶν ψευδωνύμων θεῶν φειδοῦς καὶ ἐπικουρίας. τοῦτο ὑμῖν γενήσεται καρπὸς ψευδής. ἔσται γὰρ ὄλεθρος κατὰ τῶν λαῶν, πᾶσά τε λαμ- πρὰ καὶ εὐτειχεστάτη κατασεισθήσεται πόλις. ὃ γὰρ οὐχ ἵστησι Θεὸς, πάντη τε καὶ πάντως πεσεῖται. Λεγέσθω δὴ ταῦτα καὶ πρὸς ἡμῶν, μᾶλλον δὲ παρὰ Θεοῦ, τοῖς προσεδρεύειν ἐθέλουσι τοῖς ἀνοσίοις αἱρετικοῖς, καὶ μαθητιᾶν ὑποκρινομένοις τὰ εἰς ζωήν τε καὶ σύνεσιν. οὗτοι παρασιωπῶσιν ἀσέβειαν. ἀνέχονται γὰρ δυσφημούντων ἀκού- οντες, καίτοι πλείστην ὅσην ὀφείλοντες τὴν κατ' αὐτῶν ποιεῖσθαι κατάῤῥησιν. μεθέξουσι δὴ οὖν τῆς ἑαυτῶν δυσ- βουλίας, καὶ τοὺς τῆς ἀδικίας ἐκθεριοῦσι καρπούς. φάγονται 1.223 γὰρ ψευδῆ, νόθην καὶ ἀπόβλητον δεχόμενοι γνῶσιν, διδασ- κόμενοί τε τὰ διεστραμμένα, καὶ ὅσα τῆς ἀληθείας τὸ κάλλος παραχαράττειν ἐπιχειρεῖ. ὅτι δὲ καὶ αὐτῶν πᾶσα πεσεῖται δύναμις, Θεοῦ καταστρέφοντος, οἰχήσονται δὲ καὶ εἰς ὄλε- θρον καὶ ἀπώλειαν, πῶς ἂν ἐνδοιάσειέ τις; 9Ὡς ἄρχων Σαλμανὰ ἐκ τοῦ οἴκου Ἱεροβαὰλ, ἐν ἡμέραις πολέ- μου μητέρα ἐπὶ τέκνοις ἠδάφισεν· οὕτως ποιήσω ὑμῖν, οἶκος τοῦ Ἰσραὴλ, ἀπὸ προσώπου κακιῶν ὑμῶν.9 Ἐν τῇ βίβλῳ γέγραπται τῶν Κριτῶν, ὡς ἐξέκλινε μὲν ὁ Ἰσραὴλ ὀπίσω τῶν Βααλεὶμ κατὰ καιρούς. ταύτῃτοι Θεῷ προσκεκρούκασι, παραδέδονται δὲ καὶ εἰς χεῖρας Μα- διὰμ, ἐφ' ὅλοις ἔτεσιν ἑπτά. ἀπηνῆ δὲ οὕτως ὑπομεμενήκασι τὴν ἐκ τῶν κεκρατηκότων πλεονεξίαν, ὡς ἤδη καὶ πέτρας οἰκεῖν, καὶ σώζεσθαι μόλις ἐν αὐταῖς καταδυομένους, καὶ προτείχισμα ποιεῖσθαι τὰς δυσχωρίας, διά τοι τὸ παντελῶς ἀπειπεῖν πρὸς μάχην. συμβέβηκε τοίνυν ὠμῶς ἀναιρεῖσθαι κατὰ καιροὺς τοὺς ἐμπίπτοντας τοῖς Μαδιηναίοις, ὥστε καὶ ἀθλίαις μητράσι συνδιόλλυσθαι τέκνα, φειδοῦς ἁπάσης ἐξ- ηρημένης. ἦρχον δὲ αὐτῶν Ὠρήβ τε καὶ Ζὴβ, καὶ Ζεβεὲ καὶ Σαλμανά. παρετείνετο δὲ τὰ τῆς συμφορᾶς ἄχρις ἂν κατοικτείρας Θεὸς ταλαιπωροῦντα τὸν Ἰσραὴλ ἤγειρε τὸν Γεδεὼν, ὃς καὶ μετωνόμασται παρά τε τοῦ πατρὸς καὶ τῶν ἐγχωρίων Ἱεροβάαλ, δι' αἰτίαν τοιαύτην. χρήσαντος μὲν γὰρ αὐτῷ τοῦ Θεοῦ διὰ φωνῆς ἀγγέλου, καθεῖλε τὴν στήλην τοῦ Βάαλ, καὶ τὸ ἄλσος αὐτοῦ ἐξέκοψε, λεληθότως καὶ ἐν νυκτί. ἐπειδὴ δὲ οἱ τῆς πολίχνης οἰκήτορες τὰ συνήθη πλη- ροῦν ὑπὸ τὴν ἕω σπουδάζοντες, παρῆσαν ἐν τῷ τεμένει, καὶ 1.224 κατεῤῥιμμένον τεθέανται τὸν Βάαλ, καὶ τὸν δρυμὸν ἐπ' αὐτῷ πεπτωκότα, κατεστοχάζοντο τῆς τοῦ Γεδεὼν ἤδη φιλοθεΐας, καὶ αὐτῷ τοῦ πράγματος ἐπέγραφον τὰς αἰτίας. εἶτα προσῄεσαν τῷ πατρὶ λέγοντες ∆ὸς τὸν υἱόν σου, ἵνα ἀπο- κτείνωμεν αὐτὸν, "ὅτι καθεῖλε τὸν Βάαλ." πρὸς ταῦτα ἐκεῖνος· "Μὴ ὑμεῖς, φησὶν, ἐκδικήσετε τὸν Βάαλ; εἰ θεός "ἐστι, δικασάσθω πρὸς τὸν καθελόντα αὐτόν." ἐντεῦθεν ὁ Γεδεὼν μετωνόμασται λοιπὸν Ἱεροβαάλ, ὃ διερμηνεύεται "∆ικασάσθω ὁ Βάαλ." Ὥσπερ οὖν, φησὶν, ὁ Σαλμανὰ τῆς Μαδιηναίων πληθύος ὁ καθηγούμενος, ἐκ τοῦ οἴκου Γεδεὼν ἤτοι τοῦ Ἱεροβάαλ, μη- τέρα ἐπὶ τέκνοις ἠδάφισε, τὸν αὐτὸν τουτονὶ τρόπον τῶν Ἀσ- συρίων ὁ στρατηγὸς ὠμῶς καὶ