93
οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ. Πέτραν δὲ ἔρημον τὸ ὄρος ἐκάλουν Σιὼν, ὡς σμικρόν τε καὶ ἄσπορον, καὶ πρὸς τροφὴν οὐκ ἀρκοῦν, οὔτε τοῖς οἰκοῦσιν, οὔτε τοῖς νεμομένοις. Νεοσσὸς δὲ, τῆς μητρὸς ἀναπτάσης τῷ φόβῳ, ἀδρανὴς μὲν πρὸς ἄμυναν, ἀδύνατος δὲ πρὸς φυγήν. Οὕτως αἱ ὑπὸ τοῦ πονηροῦ καὶ ἀστάτου πνεύματος ἐκτρεφόμεναι ψυχαὶ, ἐπειδ' ἂν ἐπιτύχωσι τοῦ δι' ἔργων ἀγαθῶν καὶ τῆς τοῦ Σωτῆρος ἐπικλήσεως αὐτὰς ἐκδιώκοντος, ἐρημωθεῖσαι τὴν καλὴν ἐρήμωσιν, εὐληπτότεραί εἰσι πρὸς τὴν ἐν Χριστῷ ἀνατροφὴν τὴν ἄγουσαν εἰς τελείωσιν. Ἔπειτα δὲ, Ἀρνὼν πλείονα βουλεύου. Πεπορθημένης γὰρ τῆς Μωαβιτῶν πόλεως, οἱ διαφυγόντες μετεφοίτησαν εἰς Ἀρνὼν πόλιν ὀχυρωτάτην, πρὸς ἥν φησι· Σκόπει πῶς δυνήσῃ διασῶσαι τοὺς πρὸς σὲ καταφυγόντας. Καὶ ἄλλως δὲ μετά τινος ἤθους προκαλεῖται τὴν περὶ πάντων τῶν κατὰ φιλοσοφίαν πεπλασμένων δογμάτων δοξάσασαν ἔτι προστιθέναι τῇ περὶ τούτων βουλῇ, ὡς ἂν κόρον λαβοῦσα καὶ γνοῦσα τὸ τούτων ἀνόνητον, προσέλθῃ τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. Ἀπὸ ἑνὸς δὲ χωρίου τῆς Μωαβίτιδος ὅλον ἡμῖν ἐνδείκνυται τὸν τόπον τῆς Ἀραβίας. Εἶτα παραινεῖ, Ποιεῖτε σκέπην πένθους αὐτῇ. Οἱ γὰρ ἐπὶ τοῖς ἡμαρτημένοις, εἴτε κατὰ τὸν βίον, εἴτε κατὰ τὴν γνῶσιν ἐνεργαζόμενοι λύπην, ὥστε τινὰς ἐλθεῖν ἐπὶ τὸ μακαρίως πενθεῖν, οὖτοι ποιοῦσι σκέπην πένθους. Πρὸς γὰρ τοὺς τῶν τοιούτων ἐπιμελομένους ὁ λόγος, ἵν' ἐν τῷ ἀποκλεῖσαι τὴν ἐκ τῶν ἑτεροδοξούντων ἀπάτην, χώραν τῷ ἀληθινῷ δῶσι φωτὶ ταῖς καρδίαις ἐλλάμψαι τῶν εἰς αὐτὸν πιστευόντων, πρὸς τῷ καὶ τῶν μετανοούντων τινὰς κατακλείστους γεγονότας πενθεῖν περισκέποντας ἑαυτοὺς ἀπὸ τῆς τῶν ἔξωθεν ὁμιλίας καὶ θέας. Πρὸς δὲ λέξιν, πρὸς τὴν Ἀρνὼν, Ναὶ, φησὶν, ἐσκέψω τι φιλάνθρωπον. Σκέπη γενοῦ τοῖς ἀφορήτῳ πένθει κατειλημμένοις. Σκοτία γὰρ αὐτοὺς ἐν μεσημβρίᾳ κατείληφε, τὸν νοῦν αὐτοῖς τοῦ περὶ θανάτου φόβου θολώσαντος. ∆ιό φησι, Καὶ ἐξέστησαν. Εἰ δὲ καὶ σώσεις, φησὶ, τοὺς ἀπὸ πολέμου φυγόντας, ἀλλὰ τῶν τεθνηκότων ἐλάχιστον τυγχάνουσι λείψανον. Οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου τοὺς φυγάδας ἐδέξω. Μετὰ πλείστην δέ σοι παροικοῦσιν ἀπώλειαν. Σὺ δὲ προσεδόκας ὅτι καὶ αὐτοὶ ἔσονταί σοι σκέπη κατὰ 2105 καιροὺς ἀπὸ προσώπου διώκοντος, ὅπερ ἀδύνατον. Ἤρθη γὰρ ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς. Ὁ γὰρ ἀεί σοι συνασπίσας τῶν Μωαβιτῶν ἡγούμενος, ὥσπερ τινὰ χοῦν καταπατεῖν εἰωθὼς τοὺς ἀνθεστηκότας, ἀπόλωλεν. Οὕτω τοῖς Μωαβίταις προσαπώλετο καὶ ἡ τοῦ δύνασθαι κρατῆσαι πάλιν ἐλπίς. Οἱ γὰρ ἀσεβεῖς ὁλόριζοι, φησὶν, ἐκ γῆς ὀλοῦνται. Πρὸς ἀναγωγῆς δὲ νοῦν, δοκεῖ τῆς μεσημβρίας τὸ φῶς εἶναι λαμπρότερον. Τῆς οὖν ἀληθείας ἀπὸ κτίσεως κόσμου νοεῖσθαι δυναμένης, πανταχόθεν ὑπὸ τῆς τοῦ Θεοῦ σοφίας περιλαμπόμενοι, Θεοῦ τινες ἐνόσησαν ἄγνοιαν, ὄντες ἐν σκοτίᾳ τῶν πραγμάτων τὴν μεσημβρίαν ἐχόντων. Οἳ καὶ δίκην μεμηνότων ἐξέστησαν, ἀνυπόστατα φαντασιούμενοι δόγματα. Ἑρμηνεία γὰρ τοῦ μεσημβρινοῦ σκότους ἔκστασις. Μὴ ἀχθῇς δὲ, φησὶ, προτρέπων μὴ πιθανοῖς τισιν ἄγεσθαι λόγοις ἢ δόγμασι, μὴ τοῖς τούτων διδασκάλοις ἀκολουθοῦντες κατακρημνισθῶμεν. "Τυφλὸς γὰρ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται." Τὸ δὲ, Μὴ ἀχθῇς, μὴ ἐξ ἀρχῆς παρέθετο ὁ τὴν πρὸ ταύτης φήσας ἐξήγησιν, ὅτι Μὴ ἐν ἀρχῇ πρὸς σὲ τοῦ πολέμου κατέφυγον. Μετὰ ταῦτα τῇ θυγατρὶ Σιὼν ὁ φιλάνθρωπος λέγει Θεὸς περὶ τῶν μετὰ τὴν ἐπιστροφὴν μελλόντων αὐτῇ παροικῆσαι Μωαβιτῶν μετὰ τὴν πάλαι φυγὴν πρὸς τὸν ἴδιον ἐπανηκόντων δεσπότην. Σκεπασθήσονται γὰρ, φησὶ, παρ' ὑμῖν πεισόμενοι μηδὲν ἀπὸ προσώπου διώκοντος. Οἱ γάρ ποτε συμμαχοῦντες διώξουσι Μωὰβ πρὸς τὸν Θεὸν ἐπιστρέψαντα· καθάπερ γὰρ νεοσσὸς τῆς πονηρᾶς προστασίας ἀφῄρηται, τοῦ πρὶν ἄρχοντος ἐλευθερωθεὶς, ὃς ἀπώλετο δι' ὑπερηφανίαν καὶ τυραννίδα πάντας πατῶν. Ἐφ' ᾧ ἀρθέντι ἐπάγει ἡ προφητεία τὰ ἐσόμενα ἀγαθὰ περὶ τοῦ θρόνου ∆αβίδ. Ἄρχοντα δὲ καλεῖ, τὸν τῷ ἔθνει πονηρὸν ἐφεδρεύοντα δαίμονα, ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος