De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
βασιλεῖ, ἃ παρὰ τοῦ τῆς καταστάσεως ἐδιδάχθη, καὶ λαβὼν νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, δίδωσιν μεταστάσιμον ἐν τῷ Λαυσιακῷ. Καὶ διέρχονται οἵ τε πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῶν συγκλητικῶν καὶ ὑπατικῶν διὰ τῆς Θερμάστρας, καὶ ἀνελθόντες τὰ γραδήλια, εἰσέρχονται διὰ τῆς ∆ιαιταρικίου πύλης, ἐλθόντες δὲ διὰ τῆς καμάρας ἔμπροσθεν τοῦ Πανθέου, ἐξέρχονται διὰ τοῦ μονοθύρου ἐν τῷ ἡλιακῷ, καὶ πάντες οἱ προειρημένοι ἐν τῷ ἡλιακῷ ἵστανται ἔνθεν κἀκεῖσε ἀπὸ τῆς ἐξαγούσης πύλης τοῦ Χρυσοτρικλίνου, ἐν 2.99 τῷ προειρημένῳ ἡλιακῷ μέχρι τοῦ καμελαυκίου, ἐν ᾧ καὶ τὸ σένζον ἵσταται. Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἔμπροσθεν τοῦ εἰρημένου βήλου, περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν βεστητόρων, καὶ τῶν βεστητόρων ἐξελθόντων, στέφει ὁ πραιπόσιτος τὸν βασιλέα, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἀπέρχεται μέχρι τῆς καμάρας τῆς οὔσης πρὸς ἀνατολὰς τοῦ Χρυσοτρικλίνου, ἑστώτων ἔνθεν κἀκεῖσε ἀρχόντων τοῦ κουβουκλείου· αἱ δὲ λοιπαὶ πύλαι τοῦ Χρυσοτρικλίνου αἱ ἐξάγουσαι πρὸς τὸ ἡλιακόν εἰσι κεκλεισμέναι. Καὶ ἵστανται δύο κουβικουλάριοι, εἷς ἐκ δεξιῶν, ὁ δὲ ἕτερος ἐξ ἀριστερᾶς, κατέχοντες ἀνὰ μίαν πύλην, λαβόντες δὲ νεῦμα οἱ αὐτοὶ κουβικουλάριοι ἐξανοίγουσιν αὐτὰς ἄφνω, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν προρρηθέντων ἀρχόντων τοῦ κουβουκλείου, ἐξέρχεται ἐν τῷ ἡλιακῷ καὶ ἵσταται ἐν τῷ πορφυρῷ λίθῳ, καὶ παραυτίκα οἵ τε πατρίκιοι καὶ στρατηγοὶ καὶ ἡ σύγκλητος πᾶσα πίπτουσιν, καὶ ὄπισθεν αὐτῶν ἵστανται πρωτοσπαθάριοι, σπαθαροκανδιδάτοι καὶ σπαθάριοι, οἱ μὲν πρωτοσπαθάριοι φοροῦντες τὰ μανιάκια αὐτῶν, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν, οἱ δὲ σπαθαροκανδιδάτοι τὰ μανιάκια αὐτῶν, βαστάζουσι δὲ καὶ σκουτάρια, ὡσαύτως καὶ οἱ σπαθάριοι σκουτάρια καὶ διστράλια. Ἵσταται δὲ ὁ τῆς καταστάσεως εἰς τὴν μέσην τῆς δοχῆς, καὶ δὴ, ὡς προείρηται, προσκυνησάντων πάντων καὶ ἀναστάντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· "Κελεύσατε." Καὶ οἱ μὲν πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου καὶ τῶν ὑπατικῶν ἀπέρχονται, καὶ ἵστανται, ὡς ἀνωτέρω εἴρηται, ἐν τῇ αὐτῶν στάσει· ὁ δὲ τῆς καταστάσεως ποιήσας τὸ ῥωσθέλιον, ὡς εἴθισται αὐτῷ, ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ παραυτίκα ὁ φωνοβόλος κουβικουλάριος ἐφαπλοῖ τὸ παρακυπτικὸν ὕπερθεν τοῦ ὄντος ὑπὸ τοῦ καμελαυκίου στηθέου ἔμπροσθεν τοῦ σένζου, καὶ κατασφραγίζει ὁ βασιλεὺς τὸν λαὸν ἐκ τρίτου, ὡς εἴθισται αὐτῷ, 2.100 καὶ καθέζεται ἐπὶ τοῦ σένζου, καὶ εὐθέως ὁ δήμαρχος, αὐλοῦντος καὶ τοῦ ὀργάνου, ἀνακράζει μεγάλως τό· "Ἅγιος." Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως καὶ παρακύψας, νεύει διὰ τῆς χειρὸς ἐκ τρίτου, καὶ παύει τὸ ὄργανον. Παύσαντος δὲ τοῦ ὀργάνου, ἄρχονται οἱ τοῦ μέρους ἐκτελεῖν τὰ συνήθη ἅπαντα. Εὐφημήσαντος δὲ τοῦ μέρους καὶ ἐκφωνήσαντος, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, ἄρχεται ὁ δῆμος τὸν ἀπελατικόν. Καὶ εὐθέως λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος τοῖς τέσσαρσι δομεστίκοις τῶν ταγμάτων, ὡς κατὰ συνήθειαν, καὶ κατελθόντες ἵστανται κάτω ἐν τῇ φιάλῃ ἐν τῇ τάξει αὐτῶν. Τελεσθέντων δὲ τῶν ἀπελατικῶν, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, λέγουσιν οἱ τοῦ μέρους τὰ τετράλεκτα ἀκτολογοῦντες, λέγουσι δὲ καὶ αὐγουστιακά, καὶ τούτων τελεσθέντων, ἄρχονται οἱ αὐτοὶ τὴν φωνήν. Ἡνίκα δὲ ἄρξηται, λαμβάνει νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου, καὶ νεύει τοῖς ὑπατικοῖς, αὐτοὶ δὲ ἀπελθόντες, εἰσέρχονται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ἵστανται ἐκεῖσε ἐν ταῖς αὐτῶν τάξεσιν, τελεσθείσης δὲ τῆς φωνῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ αὐλεῖ τὸ ὄργανον, καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τοῦ σένζου, καὶ ὀπίσω αὐτοῦ ἵστανται εὐνοῦχοι πρωτοσπαθάριοι ἠλλαγμένοι, καὶ ἔμπροσθεν αὐτοῦ ἵστανται ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε μετὰ πατρικίων τε καὶ στρατηγῶν μέχρι τῆς εἰσαγούσης πύλης ἐν τῷ Χρυσοτρικλίνῳ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα κουβικουλαρίῳ τῷ φωνοβόλῳ, κἀκεῖνος παρακύψας, νεύει ἐκ τρίτου τῷ λαῷ διὰ τῆς χειρός, καὶ παύει τὸ ὄργανον, σὺν αὐτῷ καὶ οἱ τοῦ μέρους, καὶ ὁ φωνοβόλος λέγει· "Ὁ παντοδύναμος καὶ πολυέλεος Θεός" καὶ τὰ ἑξῆς. Καὶ τελέσαντος αὐτοῦ, ἄρχονται οἱ τοῦ μέρους αἰτεῖσθαι τὰς συνήθεις τέσσαρας αἰτήσεις, καὶ τούτων πέρας εἰληφότων, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ φωνοβόλῳ, κἀκεῖ 2.101 νος συντίθεται διὰ τῆς χειρός, ἐκ τρίτου τοῦτο τελῶν καθ' ἑκάστην αἴτησιν, ὡς ἀνωτέρω