σφίσι ξύνοδον κατὰ τὴν Ἰταλίαν, Μάρκῳ τε τῷ Ἐφέσου ἀρχιερεῖ, οὐδὲ τὴν ἀρχὴν τιθεμένῳ τῷ τῶν Λατίνων δόγμαται τὸ παράπαν, καὶ Σχολαρίῳ τῷ τότε παρ' Ἕλλησι τὰ ἐς σοφίαν εὐδοκιμοῦντι. οὐ μέντοι ἠνύετο αὐτοῖς οὐδὲν ἐς λόγων ἅμιλλαν ἀφικνουμένοις, ἀλλ' ἀπεχώρουν ἄπρακτοι ἐπὶ Ἰταλίας. Ὁ δὲ Εὐγένειος οὐ πολλῷ ὕστερον ἀφίκετο ἐς Ῥώμην, 2.70 συμβαλλομένων αὐτῷ τῶν Οὐενετῶν, φερομένων τότε τῷ πολέμῳ ἄμεινον πρὸς τὸν Λιγυρίας τύραννον. οἱ γὰρ Οὐενετοὶ ἐπαγόμενοι στρατηγὸν σφίσιν ἄνδρα Λίγυρα, Καρμανιόλαν τοὔνομα, κηδεστὴν γενόμενον τοῦ Λιγύρων τυράννου, τό τε στράτευμα ἐπέτρεψαν αὐτῷ· καὶ ὃς παραλαβὼν τό τε στράτευμα καὶ ναῦς, ὅσας ἠξίου πληρῶσαι αὐτῷ τοὺς Οὐενετούς, ἐστρατεύετο πεζῇ τε καὶ διὰ τοῦ Ἠριδανοῦ, ἔχων ναῦς ἐξωπλισμένας ἐς τὰς ἐπάλξεις ξυλίνας ἀμφὶ τὰς ἑβδομήκοντα, ἐπὶ τὸν Μεδιολάνου ἡγεμόνα τὸν Φίλιππον. ὑπῆν δὲ ἐκείνῳ στρατηγὸς Νικόλεως ὁ Βραχὺς ἐπίκλην, ἀνὴρ τὰ πολέμια ἀγαθὸς καὶ ἐς τὰ πρῶτα ἀνήκων τοῦ πολέμου. καὶ πρῶτα μὲν ἐφέροντο οἱ Οὐενετοὶ ἐς τὸν πόλεμον ἐπὶ πολὺν χρόνον τινά, ἔς τε τὴν λίμνην τῆς φυλακῆς καλουμένην διαπολεμοῦντες ἀλλήλοις. καὶ ἐπὶ Βρίξιαν πόλιν ἐλθόντος Νικόλεω τοῦ Βραχέος, καὶ πολιορκοῦντος τὴν πόλιν ὡς ἐξαιρήσοντος, ἀντέστησαν ἐπὶ συχνόν τινα χρόνον, καὶ ἐς τοῦτο ἀνάγκης ἐληλυθέναι, ὥστε καὶ μύας καὶ γαλᾶς ἐδηδοκέναι καὶ δεινὰ ὑπενεγκεῖν μὴ ἐνδιδόντας τὸ παράπαν τοὺς Λίγυας. Γουέλφων δὲ μοῖραν οὖσαν ἐν τῇ πόλει ἀντιστῆναι ἐπὶ τοσοῦτον. τὴν γάρ τοι Ἰταλίαν σύμπασαν ἐς δύο μοίρας διακεκρίσθαι ἐπυθόμεθα, τήν τε Γουέλφων καὶ Γιβελλίνων. ὅτῳ μὲν οὖν τρόπῳ καὶ γένος καὶ πόλεις τῶν κατὰ τὴν Ἰταλίαν ἁπανταχῇ ἐς δύο τούτω μοίρα διέστη, ὥστε ἀλλήλαις πολεμίας 2.71 εἶναι, διενεχθεῖσαι τῇ γνώμῃ διὰ παντός, καὶ ὅθεν τὴν ἀρχὴν ἔσχε τῆς διαφορᾶς, οὔτε τινὸς ἐπυθόμην, ὥστε ἀληθές τι περὶ αὐτῶν ἐπισημῆναι, οὔτ' αὐτὸς συμβαλλόμενος ἔχοιμ' ἂν λέγειν τι ἀσφαλὲς περὶ αὐτῶν. ἡ μέντοι Λιγύρων χώρα καὶ ἡ τῶν Ἰανυΐων ἐς τὴν Γιβελλίνων ἀποκέκριται μοῖραν, ἡ δὲ τῶν Οὐενετῶν καὶ τῶν Ῥωμαίων καὶ ἡ Μάρκη ἐς τὴν Γουέλφων διέστη διαφοράν. Τυρρηνοὶ μέντοι καὶ ἡ χώρα τῆς βασιλείας, ἐπὶ Ἰαπυγίαν μακρὰν διατείνουσα, ἐπ' ἀμφότερα ταλαντεύονται· οἱ μὲν γὰρ τούτων ἐς τὴν Γουέλφων οἱ δὲ ἐς τὴν Γιβελλίνων ἀποκέκρινται μοῖραν, καὶ ἐν μιᾷ τε καὶ τῇ αὐτῇ πόλει ἔστιν ἰδεῖν ἄμφω τὼ μοίρα διεστηκυία τε καὶ μαχομένα ἀλλήλαις. δι' ἃ δὴ καὶ ὡς τὰ πλέω τὰς στάσεις λογίζομαι συμβαίνειν τοῖς κατὰ τὴν Ἰταλίαν γίνεσθαι. συνέβη δὲ ἐν τούτῳ καὶ τοὺς ἐν Παταβίῳ ἐπαγομένους τὸν σφῶν ἡγεμόνα, Μαρσίλιον τοὔνομα, οἴκου τῶν Καραρίων, συντίθεσθαι αὐτῷ παραδοῦναι τὴν πόλιν. ἔστι δὲ αὕτη ἡ πόλις μεγάλη τε καὶ εὐδαίμων, ἔχουσα περίβολον ἀμφὶ τοὺς ἑβδομήκοντα σταδίους. ῥεῖ δὲ διὰ τῆς πόλεως ποταμὸς Βρέντας τοὔνομα, καὶ τούτῳ περιιόντι γενομένη ἐχύρωται ἐς τὰ μάλιστα. τοῦτον ὡς ἐπήγοντο τὸν Μαρσίλιον, συνθέμενοι ἡμέρᾳ, ᾗ αὐτὸν δέοι παρεῖναι ἐς τοὖργον, ἐπιγενέσθαι τε χειμῶνα μέγιστον, καὶ διακωλῦσαι τὸν ἄνδρα παρεῖναι, ἐς ἣν συνέθετο ἡμέραν. ἕνα δὲ τῶν συνειδότων τὴν προδοσίαν, δεδιότα περὶ 2.72 αὑτῷ, μὴ φθάσας ἕτερος καταμηνύσῃ τὴν προδοσίαν, ἀφικόμενος αὐτὸς ἀναγορεύει τὴν προδοσίαν. οἱ δὲ ὡς ᾔσθοντο, τήν τε πόλιν ὀχυρώσαντο φυλακαῖς, ὡς οἷόν τ' ἦν μάλιστα αὐτοῖς, καὶ τὸν Μαρσίλιον λοχίσαντες, ᾗ ἔμελλε διεξιέναι, ἐπιόντα τῇ πόλει ἑλεῖν τε, καὶ τοὺς ἐν τῇ πόλει ἄνδρας, ἐς ἑκατόν που τὸν ἀριθμόν, σὺν γυναιξί τε ἅμα ἀνελεῖν, καὶ αὐτὸν Μαρσίλιον διαχρήσασθαι. ταῦτα δὲ ἐς τὸν πόλεμον τοῦτον ξυμβαίνοντα Οὐενετοῖς ἐπέρρωσέ τε μᾶλλον, καὶ ἐς τὰς στρατηγίας Καρμανιόλου τὰ πρῶτα μὲν ἐπὶ πολὺ ἐφέροντο ἄμεινον ἐς τὸν πόλεμον τοῦ Λιγύρων ἡγεμόνος. μετὰ δὲ ταῦτα προδιδόντος τούτου, ὡς ἐμηνύθη αὐτοῖς, ᾗ λέγεται, ἑάλω τε ἐπ' αὐτοφώρῳ ἐπιβουλεύων τῇ πόλει καὶ ἀπέθανε. τοσόνδε μέντοι λέγεται ὡς μέλλοντος αὐτοῦ ἐς τὸν χῶρον ἐς ὃν ἔδει τελευτῆσαι ἀποβαλόντα τὴν κεφαλήν, ἐπησφαλισμένῳ τῷ στόματι ἀφικέσθαι, ὡς ἂν μὴ διαμαρτύρασθαι ἔχοι ἐς τοὺς