94
ὁ Ἑλλήνων, ἢ Βαβυλωνίων ἄρχων, ὃν ἀπολεῖσθαί φησιν. Ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει, ὡς ἄνω βλέπειν μὴ δύνασθαι· ἐπ' αὐτῷ δὲ πάλαι τὰς τῆς συμμαχίας τῆς ἐν πολέμοις ἐλπίδας ἐτίθεντο. Μεθ' ὃν ἀπολωλότα φησὶ, καὶ κατορθωθήσεται μετ' ἐλέους ὁ θρόνος. Ἔδει γὰρ ἀπολομένης εἰδωλολατρείας, ἀγαθῶν ἐλπίδας εὐαγγελίζεσθαι, ὡς σκηνὴ ∆αβὶδ καὶ θρόνος Θεοῦ συστήσεται παρ' αὐτοῖς, οὐκ ἀνθρώπων σπουδῇ, φιλανθρωπίᾳ δὲ μόνῃ Θεοῦ. Ἀκύλας δὲ καὶ Θεοδοτίων ἐξέδωκαν· Καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ, ἤγουν μετ' ἐλέους, θρόνος. Τίνι δὲ ἑτοιμασθήσεται, ἢ πάντως Χριστῷ τῷ ἐκ σπέρματος τεχθησομένῳ ∆αβίδ; σκηνὴν δὲ ∆αβὶδ εἴωθεν ἡ προφητεία τὴν Ἐκκλησίαν καλεῖν. Ἐπεὶ καὶ ∆αβὶδ καλεῖν ἔθος αὐτῇ τὸν Χριστὸν, ὡς υἱὸν ὄντα ∆αβίδ. Θρόνον δὲ τὸν ἐν Ἐκκλησίᾳ τὸν ταύτης ἐκάλεσε πρόεδρον, ὃς τὸν σωματικὸν ἐπέχει θρόνον, τὸ 2108 ποτηρῶν ὥσπερ Χριστῷ. Ὅτι δὲ σκηνὴν τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν δηλοῖ, παρέστησεν ἐν Πράξεσιν τῶν ἀποστόλων Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπίσκοπος γεγονὼς, "Ἄνδρες ἀδελφοὶ, λέγων, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ, καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστραμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει Κύριος." Ταῦτ' οὖν ἔσεσθαι, φησὶν, οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας. Ἐκκλησίας γὰρ παρὰ τοῖς Μωαβίταις συστησομένης, ὁ ταύτης προεστὼς καθιεῖται κρίνων δικαίως. Ἤγουν θρόνον φησὶ, δηλῶν ὅτι πάντες βασιλευθήσονται ὑπὸ τοῦ Χριστοῦ, κατὰ τὸ, "∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ." ∆ιορθοῦται δὲ ὁ θρόνος, τῷ διορθώσεως τυχεῖν τὰ βασιλευόμενα· ὅπερ γίνεται οὐ κατὰ τὴν ἀξίαν τῶν μελλόντων βασιλευθήσεσθαι, κατὰ δὲ τὸν ἔλεον καὶ τὴν χρηστότητα τοῦ Θεοῦ. Καθεδεῖται οὗν, φησὶν, ὁ ∆αβὶδ, ὁ ἱκανὸς χειρὶ καὶ δυνάμει Χριστὸς μετὰ ἀληθείας, καὶ βασιλεύσει ἐν σκηνῇ, ἕως ποιήσῃ κρίνων τὴν ἐπὶ πᾶσι κρίσιν. Ἡ δὲ μετὰ ἀληθείας καθέδρα δείκνυσι τὸν τοῦ ψεύδους ἀφανισμόν. Βασιλεύσει δὲ ἕως ποιήσῃ κρίσιν. Τὴν ἐπὶ πᾶσιν αὐτοῦ δικαιοκρισίαν καθίστησι, καθ' ἣν οὐχ ὡς ἔτυχεν ἀποφαίνεται, τὸ δὲ πρέπον ἑκάστῳ ζητῶν, ὡς πρὸς τέλος ἀγαθὸν φέρειν ἑκάστῳ τὸ κρῖμα, κατεπείγων τὴν δικαιοσύνην, οὐκ ἀνειμένως ποιῶν, σπουδῇ δὲ πλείστῃ. Καθ' ἱστορίαν δὲ ταῦτά τινες ἐξηγήσαντο, ὡς δηλοῦντα τὴν ὑπὸ Κύρου γενομένην ἄφεσιν τοῦ λαοῦ, Θεοῦ τοῦτον οἰκτείραντος, καὶ τὴν παρ' Ἰουδαίοις βασιλείαν διορθουμένου, εἴς τε τὴν οἰκείαν ἄγοντος τάξιν. Τοῦτο γὰρ τὸν θρόνον δηλοῦν, ἐφ' οὗ καθιεῖται μετ' ἀληθείας ἐν σκηνῇ ∆αβὶδ κρίνων σκηνὴν, λέγοντες ∆αβὶδ τὰ βασίλεια, ἐν οἷς ποιούμενοι τὰς διατριβὰς, ἐδίκαζον ἐννόμως, τὸν θρόνον διέποντες δικαίως, εἰ καὶ μὴ πάντες τοιοῦτοι γεγόνασιν. Οὐκ ἔτι δὲ διῄρητο βασιλεὺς Ἰούδα καὶ Ἰσραὴλ μετὰ τὴν ἐπάνοδον, ἐτέλουν δὲ πάντες ὑπὸ μίαν ἐν Ἰεροσολύμοις ἀρχήν. Τοῦτο δέ τις προφήτης ἐμήνυσε λέγων; "Καὶ ἀναβήσονται ἐκ τῆς γῆς, καὶ κοπιάσουσι μικρὸν τοῦ χρίειν βασιλέα καὶ ἄρχοντα." Ταῦτα μέντοι πρὸς τὴν Μωὰβ εἴρηται τὴν ἔρημον πέτραν τὸ Σιὼν ὄρος καλέσασαν, δηλοῦντα τὴν Ἰουδαίων ἀνάκλησιν, καὶ τὴν ἀΐδιον ἐκείνης ἀπώλειαν. 2109 ιδʹ. 9Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα. Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. Ὀλολύξει Μωάβ· ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι. Τοῖς κατοικοῦσι δὲ Σὴθ μελέτησις. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβῶν9, κ.τ.λ. Τὴν Μωαβιτῶν ἀλαζονείαν προλαβόντες καὶ ἀπὸ τῆς Ἱερεμίου προφητείας ἐδείκνυμεν, καὶ νῦν δὲ ταύτην ὁ προφήτης ἐδήλωσεν. Χρηστὰ δὲ περὶ τῆς ἐπαγγελίας εἰπὼν τοῦ θρόνου ∆αβὶδ, καὶ διὰ μέσου, κατὰ τὸ σύνηθες τῇ Γραφῇ, διαναπαύσας, τὴν α...ην πρὸς τὰ σκυθρωπότερα, χάριν ἐπιστροφῆς ἐπανέρχεται. Ὡς ἂν μὴ τοῦ πλούτου