βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἀλλ' ἀρχιερεῖς αὐτῶν ἦρχον. ̣7̣ ∆ιό φησιν ὁ μέγας Βασίλειος· "Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσωρ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι 110.336 δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ τὸ πρότερον, ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ ∆αυΐδ. Ἐπαν ελθόντες δὲ οἱ περὶ τὸν Ζοροβάβελ καὶ τὸν Σαλα θιὴλ δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλὴν, ὅθεν ὁ κύριος καὶ βασιλεὺς καὶ ἀρχιερεὺς εἰς τὰ πρὸς Θεόν. Καὶ οὐκ ἐξέλιπεν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς Χριστοῦ παρουσίας, οὐ μὴν δὲ ἀλλὰ καὶ καθῆκεν ἔτι ἐπὶ θρόνου ∆αυῒδ τὸ σπέρ μα Ἰεχονίου· θρόνος γὰρ δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγεται· πάντως γὰρ τῆς ἱστορίας μέμνησθε, ὅτι ὑπόφορος μὲν ἦν τῷ ∆αυῒδ πᾶσα Ἰουδαία καὶ Ἰδουμαία χώρα, καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρὸς Χωρὸν καὶ ποῤῥω τέρω μέχρι τῆς μέσης τῶν ποταμῶν, καὶ καθ' ἕτε ρον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετ' αὐτὸν, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου Ἰερεμίου λόγος, ὅτι "Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία", καὶ "Ὅτι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦκαθήμενος ἐπὶ θρόνου ∆αυῒδ, ἄρχων ἐν τῷ 204 Ἰούδα;" Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης καὶ τῆς δυναστείας ἐπειλημμένος τῶν ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ Ἰούδα φυλὴ "ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο", ὃς οὐδὲ αὐτὸς ἐκάθισεν ἐπὶ τοῦ σωματικοῦ θρόνου· μεταπεσούσης γὰρ τῆς Ἰουδαϊκῆς| ̣53b βασιλείας ἐπὶ τὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς ἀρχὰς δʹ κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμο νεύοντος μὲν Πιλάτου, τὸ σύμπαν τῆς Ῥωμαϊκῆς κράτος ἔχοντος Τιβερίου Καίσαρος. Ἀλλὰ θρόνον ∆αυῒδ λέγει ἐφ' ὃν ὁ Κύριος ἐκάθισεν, τὴν ἀκαθαί ρετον καὶ αἰώνιον βασιλείαν· αὐτὸς γάρ ἐστι προσ δοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκου μένης. "Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι." Καί "Τέθεικά σε εἰς διαθήκην γέ νους, εἰς φῶς ἐθνῶν." Καί· "Θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." Οὕτως οὖν καὶ βασιλεὺς διέμεινε, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ἐστιν ὁ Θεὸς, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώ θη· "Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι αὐ τοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς." "Καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν." ̣8 ̣ Ἵνα δὲ σαφέστε ρον γένηται πῶς ἱερατεία ἐμίγη τῇ βασιλείᾳ, λέ 110.337 ξομεν οὕτως· Ὁ μὲν Ἰούδας ἐγέννησε τὸν Φαρὲς, ὁ δὲ Φαρὲς Ἐσρὼμ, ὁ δὲ Ἐσρὼμ τὸν Ἀρὰμ, ὁ δὲἈρὰμ τὸν Ἀμιναδὰμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσὼν,ὁ δὲ Ναασσὼν τὸν Σαλμὼν, ὁ δὲ Σαλμὼν τὸν Βοὸζ, ὁ δὲ Βοὸς τὸν Ὠβὴδ, ὁ δὲ Ὠβὴδ τὸν Ἰεσσαὶ, ὁ δὲἸεσσαὶ ∆αυῒδ τὸν βασιλέα. Ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδὰμ, τούτου τὴν ἀδελφὴν γυ ναῖκα ἠγάγετο ὁ μέγας ἀρχιερεὺς Ἀαρὼν, ἀδελφὸς ὑπάρχων Μωυσέως ἐκ φυλῆς Λευί· καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαὲ, φυλῆς ὢν τῆς Λευϊτικῆς, 205 ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου, φυλῆς οὖσαν τοῦ Ἰούδα. Κἀντεῦθεν λοιπὸν ἡ βασιλικὴ φυλὴ συνεμίγη μετὰ τῆς Λευϊτικῆς. Μάλα γε εἰκότως ὁ Κύριος ἐκ Μαρίας, τῆς Παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ, γενεαλογούμενος, οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς τὸν Θεὸν, ὡς ἔφην, ἀνθρώποις ἀναδέδεικται καὶ προδήλως κηρύττεται βασιλεὺς αἰώνιος καὶ ἀδιάφθορος (καὶ "τὴν γενεὰν αὐ τοῦ," δηλαδὴ τὴν ἀκατάληπτον καὶ ὑπερούσιον καὶ ἄναρχον τῇ θεότητι, "τίς διηγήσεται;")
ϛϟʹ. Βασιλεία Ἀρταξέρξου τοῦ Μακρόχειρος. Εἶτα ἐβασίλευσε Ξέρξης, ὁ ∆αρείου υἱὸς ὁ μέ γας, ἔτος ἓν καὶ μῆνας ζʹ. ̣2 ̣ Μετὰ δὲ τοῦτον ἐβασίλευσε Ἀρταξέρξης ὁ Μακρόχειρ, ἔτη μʹ. Εἰκο στῷ δὲ ἔτει τῆς αὐτοῦ βασιλείας Νεεμίας ἀνελθὼν τὴν πόλιν Ἱερουσαλὴμ ἀνίστησι, καθώς φησιν Ἔσδρας. ̣3̣ Ἐφ' οὗ Σοφοκλῆς, καὶ Ἡράκλειτος, καὶ ∆ιονύσιος, καὶ Εὐσέβιος, καὶ Θουκυδίδης, καὶ Εὐρι πίδης, καὶ Ἀρίσταρχος, καὶ Ἱπποκράτης ὁ ἰατρὸς, καὶ Παρμενίδης, καὶ ∆ημοσθένης