παρόντας αὐτῷ τελευτῶντι. μετὰ μὲν οὖν τὴν τελευτὴν τούτου μετεπέμποντο Φραγκίσκον τὸν Σφορτίαν ἐπίκλην, καὶ στρατηγὸν ἀποδειξάμενοι ἐνεχείρισαν αὐτῷ τὰ πράγματα ἐς τὸν πόλεμον. τούτῳ μὲν συνήνεγκε χρηματισαμένῳ ἀπὸ Οὐενετῶν αὐτῷ ὕστερον οὐ πολλῷ χρόνῳ ἐς τὴν Μεδιολάνου ἡγεμονίαν ἐλθεῖν· χρηματίζων δὲ αὐτοῖς ἐς τὰς στρατηγίας καὶ μέγα εὐδοκιμῶν ἄχρι Λοδίης πόλεως τῆς ἐγγυτάτω Μεδιολάνου ἀφίκετο, καταστρεφόμενος τήν τε Πέργαμον καλουμένην χώραν καὶ ἄλλα ἄττα τῆς Λιγυρίας πολίσματα, τὰ ἐπέκεινα τοῦ Ἄδα πο 2.73 ταμοῦ. μετὰ δὲ ταῦτα σπονδῶν γενομένων ἀμφοῖν, τοῖς τε Οὐενετοῖς καὶ τῷ Μεδιολάνου ἡγεμόνι, ἠγάγετο θυγατέρα νόθον τοῦ ἡγεμόνος ἐς γυναῖκα αὑτῷ καὶ ἐκ μέσου ἀμφοῖν γενόμενος διετέλει ἡσυχίαν ἄγων πρός τε τὸν Νικόλεων πολεμῶν. Οὗτος μὲν οὖν, ὡς αἱ σπονδαὶ ἐγένοντο καὶ εἰρήνη ἦν, ἀφίκετο ἐπὶ τὴν Παρθενόπην παρὰ τὸν Ταρακωνησίων βασιλέα, ὡς συστησόμενός τε ἑαυτὸν τῷ βασιλεῖ καὶ ὑπουργήσων αὐτῷ, εἴ του δέοιτο ἐς τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ὡς μέντοι αὐτῷ οὐδὲν εὕρατο ἐπιτήδειον, ἐπανῄει παρὰ τὸν Μεδιολάνου ἡγεμόνα. καὶ ὃς οὐ πολὺς χρόνος μετὰ ταῦτα ἐτελεύτησεν, ἀνὴρ τὰ ἐς στρατηγίαν κράτιστος γενόμενος, ἄγειν τε στρατὸν καὶ διαμάχεσθαι. διαβήτην δὲ ἔχων νόσον ἐπὶ πολλὰ ἔτη ἐτελεύτησε, καταλιπὼν ἑαυτοῦ μνείαν τῆς Ἰταλίας ἁπανταχῇ, τὸ γένος γενόμενος Περούσιος. Φραγκίσκος μὲν οὖν, ὡς οὐ πολλῷ ὕστερον ὁ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησε νόσῳ τὸν βίον καταλιπών, κατέστη δὴ ἐς διαφορὰν αὐτίκα τοῖς Οὐενετοῖς, ὡρμημένος ἐπὶ τὴν τυραννίδα Μεδιολάνου. οἱ γάρ τοι Οὐενετοί, ὡς ἐτελεύτησεν ὁ Φίλιππος, τοῖς τε Μεδιολάνου συνετίθεντο, ἐπὶ ἀριστοκρατίαν παρακαλοῦντες τὴν πόλιν, καὶ τιμωροῦντες αὐτῇ ἐς τὴν τῆς πολιτείας κατάστασιν. καί πῃ καὶ ἐπὶ χρόνον τινὰ διῳκεῖτο ἡ πόλις, αἱρουμένη ἀρχὰς τὰς τῶν ἀρίστων σφίσιν ἐνόντων τῇ πόλει. καὶ ἐστενοχώρει αὐτὴ ὡς ἐπὶ τὴν ἰσονομίαν τετραμμένη, στρατόν τε ἐπιπέμπουσα. ἡ μὲν οὖν πόλις ἐστίν, ᾗ ἐχώλευεν, ἐπὶ τυραννίδα διώκουσα, καὶ ἐπεκαλοῦντο σφίσιν ἡγεμόνα τὸν Φραγ 2.74 κίσκον· οἱ δὲ ἄλλοι ἐναντιοῦντο αὐτοῖς. οὗτος μὲν οὖν στρατὸν συναγείρας ἦγε σπουδῇ ἐπὶ τοὺς Οὐενετούς, ᾗ ἐπυνθάνετο αὐτοὺς στρατοπεδευομένους. ἐπιὼν δὲ σὺν τῷ στρατῷ ἀγχοῦ τῆς πόλεως ὡσεὶ σταδίους ἑκατὸν ἐπολιόρκει τὴν πόλιν, πραγμάτων τε τὰ πρὸς τὴν τυραννίδα ἐπιλαβόμενος τοὺς ἐπιτηδείους αὐτῷ συγκατεργάζεσθαι, καὶ οὐκ ἐπιτρέπων τῶν ἐπιτηδείων ὁτιοῦν εἰσιέναι εἰς τὴν πόλιν, ὥστε πιεζομένους ἐς ὁμολογίαν αὐτῷ καταστῆναι. ἐλάσαι μὲν οὖν εὐθὺ τῆς πόλεως οὐκ ἐποιεῖτο βουλήν, δεδοικὼς τὸν δῆμον τῆς πόλεως, μέγιστον δὴ ὄντα τῶν κατὰ τὴν Ἰταλίαν καὶ πολλαπλάσιον τοῦ ἑαυτοῦ στρατοῦ, πρὸς δὲ καὶ ἄριστον τὰ πολεμικά, τοῦ στρατοῦ ἀξιόχρεων, καὶ τοῦ ἀπὸ Οὐενετῶν στρατοῦ προσδοκίμου αὐτοῖς παρέσεσθαι ἐπὶ τὸν πόλεμον τόνδε. οὗτος μὲν οὖν αὐτοῦ, πράσσων τὰ πρὸς τὴν πόλιν, τὴν μονὴν ἐποιεῖτο. ὡς δὲ ἐπιβοηθοῦντα στρατὸν τὸν ἀπὸ Οὐενετῶν ἐπυνθάνετο παρεῖναι ἤδη, προεξανιστάμενος ὑπήντα, ὡς εἶχε τάχους, μακρὰν ἀπὸ τῆς πόλεως ἐς πεντακοσίους μάλιστά πῃ σταδίους, καὶ ἐστρατοπεδεύετο. ἐνταῦθα ἀντεστρατοπεδεύετο καὶ ὁ Οὐενετῶν στρατηγός, (Κουδουνίδας δ' ἦν ὄνομα αὐτῷ), καὶ περιταφρευσάμενος ἀνέμενε τὸ ἀπὸ Μεδιολάνου στράτευμα ἐπιβοηθῆσον αὐτῷ, καὶ τότε τὴν συμβολὴν ποιήσασθαι. ἔνθα δὴ ὁ Φραγκίσκος, διὰ τῶν κατασκόπων ὡς ἐπύθετο ἀπὸ τῆς πόλεως ἐξελαύνειν τὸν στρατὸν ἐπιβοηθήσοντα τοῖς Οὐενετοῖς, νυκτὸς πυρὰ πολλὰ ἁψάμενος ἐν τῷ στρατοπέδῳ, ὥστε μηδὲν τοιοῦτον ὑπολογίζεσθαι τοὺς πολεμίους, καὶ ἐξοπλισάμε 2.75 νος νυκτὸς ἐλαύνει ὅτι τάχιστα σπουδῇ ἐπὶ τὸν Μεδιολάνου στρατόν. καὶ ἐνταῦθα μάχην ποιησάμενος, καὶ διαφθείρας τὸ πλέον τοῦ στρατοῦ, καὶ περιγενόμενος αὐτοῦ, ὥστε μηδ' ὁτιοῦν ὑπολειφθῆναι ὅ τι καὶ ἄξιον λόγου, αὐτίκα ἀπελαύνει ὀπίσω ἐπὶ τὸ στρατόπεδον. καὶ ξυμβαλὼν τῷ Οὐενετῶν στρατηγῷ, οὐ πολλῷ ὕστερον μάχην τε ἐμαχέσαντο ἰσχυράν, καὶ ἐς φυγὴν τρεψάμενος εἷλέ τε