95
καταφρονήσωμεν τῆς χρηστότητος, ὀργὴν ἑαυτοῖς θησαυρίζοντες. Οὕτως εἰπὼν ὁ ∆αβὶδ, χρηστὸς Κύριος τοῖς σύμπασιν· καὶ ἐπεξεργασάμενος, ὅτι ὑποστηρίζει τοὺς καταπίπτοντας, ὅτι δίδωσι τὴν τροφὴν ἐν εὐκαιρίᾳ, οὐκ ἐν τούτοις κατέληξεν· ἀλλ' ἔφη· Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Καθάπερ δέ τι μυστήριον Ἡσαΐας ἐν μέσῳ τὸ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας κατέκρυψε τοῖς ἀξίοις τοῦ ταῦτα συνιέναι παρεμβαλών. Συναφῆ τοιγαροῦν τὰ νῦν τοῖς πρὸ τῶν περὶ τοῦ θρόνου λελεγμένων ∆αβίδ. Κατὰ δέ τινας, τὰ περὶ τῆς ἀποκαταστάσεως τῶν ἐξ Ἰσραὴλ αἰχμαλώτων εἰπὼν, πρὸς τοὺς ἐπιχαρέντας αὐτοῖς αὖθις τῶν Μωαβιτῶν ἐπιφέρει τὰ δυσχερῆ, διὰ τὴν αὐτῶν ὑπερήφανον ἐπ' ἀσεβείᾳ προαίρεσιν, ὡς ἐκ προσώπου λέγων τῶν προφητῶν, Ἠκούσαμεν τὴν ὕβριν Μωάβ. Συναινοῦσι γὰρ ὡς ἐν δίκῃ κολάζοντι τῷ Θεῷ, ὡς ἀκηκοότες οἷα διὰ τοῦ Βαλαὰμ ἐφ' ὕβρει τοῦ τῶν ὅλων ἐμηχανῶντο Θεοῦ, ὅσα τε μετὰ ταῦτα τῇ τοῦ Θεοῦ μαχόμενα πεποιήκασι δόξῃ. Ἀνθ' ὧν ἀμείβεται τοῖς εἰρηκόσι τοῦτο Θεὸς, τὴν ὑπερηφανείαν ἐξῆρα, αὐτόχρημα τοὺς Μωαβίτας ὑπερηφανίαν εἰπών. Ὑπερηφάνοις γὰρ ὁ Θεὸς ἀντιτάσσεται, καὶ μάλιστα νοσοῦσιν ἀσέβειαν. ∆ιὸ πρὸς αὐτὴν ἀποστρέφεται, καί φησιν· Οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως, δηλῶν ὡς Ἐγὼ μὲν ἐξέκοψα τὴν Μωάβ. Ἀλλ' οὐ τοῦτο προύλεγον αἱ παρ' αὐτοῖς οὖσαι μαντεῖαι τἀναντία μηνύουσαι. Μεγάλα γὰρ ἐφρόνουν ἐπὶ τῷ μαντευομένῳ δαίμονι παρ' αὐτοῖς· ὁ δὲ Σύμμαχος, Οὐχ οὕτω, φησὶν, οἱ βραχίονες αὐτοῦ. ∆ηλῶν ὡς οἷς ἀλαζονεύεται πράξεις ὁμοίας οὐκ ἔχει. Τινὲς δέ φασιν, ὡς τὸ πάλαι τῆς τοῦ Βαλαὰμ μαντείας ἀνόνητον ἐπιδείκνυσιν. Ὀλολύξει Μωὰβ, δείκνυσιν ὡς ἃ μὴ προσεδόκων ἐκ τῆς μαντείας ἀπήντηκεν. Ὀλολυγμὸς δὲ ὀδυνηρὰ φωνὴ γυναικῶν βαρυτάτῳ πένθει κεκρατημένων. ∆είκνυσι δὲ νῦν καὶ τῆς πληγῆς τὸ ἀλγεινὸν, καὶ τῶν πασχόντων τὸ ἀσθενὲς, τοῖς κατοικοῦσι τὸ Ἀσεδὲθ μελέτησις. Πόλις αὕτη Μωὰβ θρῆνον ἴσος ἐμμελῆ καθ' ἑαυτῶν ἐμελέτησαν. Ὁ δὲ Σύμμαχος οὕτως ἐξέδωκε· Τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ φθέγξασθε, τὸ ἀσθενὲς δηλῶν τοῦ, 2112 ᾧπερ φθεγγομένῳ ἐπεποίθεσαν, δαίμονος. Καὶ οὐκ ἐντραπήσῃ τὰ πεδία Ἐσεβών. Πρὸς Ἀσσυρίους ἔοικε λέγειν, περὶ πόλεως τῶν Μωαβιτῶν Ἐσεβὼν εὐρυχωρίαν ἐχούσης ἐν τοῖς περικειμένοις αὐτῇ προαστείοις ἣν μετὰ τῆς Σεβαμὰ παρακελεύεται διαθεῖναι κακῶς, ὡς πενθῆσαί πως τεμνομένας τὰς τούτων ἀμπέλους. Ἔθνη δὲ καταπίνοντας, τοὺς Ἀσσυρίους καλεῖ· τὴν δὲ Μωαβιτῶν αὑτοῖς παρακελεύεται δῄωσιν, μέχρι τῆς Ἰαζεὶρ πόλεως Μωαβίτιδος. Λέγοι δ' ἂν ἴσως ἀμπέλους καὶ τῶν Μωαβιτῶν τοὺς οἰκήτορας, οὓς καὶ ξύλα καὶ δρυμὸν ἔθος καλεῖν τῇ Γραφῇ. Κατὰ τὸ, "Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον. ∆ηλοῖ δὲ ἡ ὀπώρα, καὶ ὁ θερισμὸς, καὶ ἡ ἄμπελος καθ' ἕτερον τρόπον, τὸ εὐθαλὲς, καὶ ἀκμαῖον, καὶ ὡραῖον, καὶ τρυφηλὸν τῆς ἐκείνων ζωῆς· ἐν ᾗ, καθάπερ μεθύοντες, διῆγον ἐντρυφῶντες τῇ δυσσεβείᾳ. Ἡ δὲ πρόσταξις τοῦ μὴ δεῖν ἐντραπῆναι, δηλοῖ Θεοῦ τὸ ἔργον, οὐκ Ἀσσυρίων τὴν δύναμιν, πρὸς οὓς αὖθίς φησιν, Οὐ μὴ συνάψητε τοὺς εἰς τὴν ἔρημον ἐξ αὐτῶν φυγόντας, κελεύων ἐᾷν αὐτοὺς, καὶ μὴ τοῖς ἀνῃρημένοις προσθεῖναι πλάνην δὲ καὶ λήθην εἰληφέναι τούτων δοκεῖν. Ὁ γὰρ Θεός ἐστι καὶ κολάζων φιλάνθρωπος. Ὡς δὲ παρ' αὐτοῦ πεμφθέντας καὶ ἀπεσταλμένους τοὺς Ἀσσυρίους καλεῖ· προσέῤῥιπται δὲ τὸ, ἐγκατελείφθησαν, μᾶλλον ὡς οὐκ ἂν ἐν τούτοις γέγονεν ἡ Μωὰβ, εἰ μὴ Θεὸς αὐτὴν ἐγκατέλιπε. ∆ιὰ τοῦτο κλαύσομαι, ὡς τὸν κλαυθμὸν Ἰαζήρ. Τοῦτό φησιν ὁ προφήτης ἐπιστένων ταῖς αὐτῶν συμφοραῖς. Πεπορθῆσθαι δὲ τὴν Ἰαζὴρ ὑπὲρ τὰς ἄλλας παρίστησιν, ὡς ἂν πρέποι ταύτην οὕτω τὰς ἄλλας θρηνῶν Σάβαμά τε καὶ Ἐσεβών, ἀμπέλους αὐτῶν καλῶν τοὺς οἰκήτορας. Ὧν ἐπὶ τῷ θερισμῷ καὶ τῷ τρυγητῷ στρατὸς ὁ τῶν πολεμίων ἐλάλησεν τὸ, καταπατήσω, καὶ ἅπαντα πεσοῦνται. Καὶ τὸ, ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπέλων σου. ∆υσσεβεῖς γὰρ ὄντες πρόφασιν εὐφροσύνης τὸ θύειν εἶχον ἀεὶ,