De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
Σάξιμον βʹ. Εἰσέρχεται τὸ μέρος τῶν Πρασίνων κατὰ τὸν προρρηθέντα τύπον μετὰ καὶ τοῦ δομεστίκου τῶν ἐξκουβιτῶν καὶ τοῦ τειχεώτου καὶ τοῦ δημάρχου καὶ τῶν τριβούνων καὶ βικαρίων καὶ τῶν δημοτῶν τοῦ μέρους. Χρὴ εἰδέναι ὅτι κατὰ τὸν προειρημένον τύπον, ἐπιτελεῖται καὶ τοῦτο τὸ σάξιμον ἀπαραλλάκτως, πλὴν οἱ τριβοῦνοι καὶ οἱ βικάριοι περιβέβληνται τὰ χρυσοσήμεντα διακοπτὰ κοντομάνικα πράσινά τε καὶ ῥούσια. Ἰστέον ὅτι αὐτὴ ἡ τάξις ἅπασα ἐπιτελεῖται καὶ ἐπὶ τοῦ αὐγουστιακοῦ κλητωρίου.
2.105 ΟΕʹ (Ξζʹ) Ὅσα δεῖ παραφυλάττειν, δεξίμου γινομένου ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, χειμῶνος ὄντος καὶ βιαίων ἀνέμων, καὶ μὴ
συγχωρούντων γενέσθαι ἐν ταῖς ἐξ ἔθους φιάλεσι.
Προέρχονται τῇ αὐτῇ ἡμέρᾳ ἐννύχιοι πατρίκιοι καὶ στρατηγοὶ καὶ πᾶσα ἡ σύγκλητος, καὶ ἕκαστος αὐτῶν ἀλλάσσει τὴν ἰδίαν στολήν, ὁ δὲ τῆς καταστάσεως λέγει τῷ πραιποσίτῳ, ὡς ὅτι τὰ μέρη ἕτοιμά εἰσιν, οἱ δήμαρχοι ἤνεγκαν τὰ λιβελλάρια αὐτῶν, καὶ ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ εἰς τὰ τῶν ὑπάτων σκάμνα ἐκδέχονται. Καὶ ὁ πραιπόσιτος εἰσελθὼν ἐν τῷ Τριπέτωνι μετὰ πάντων τῶν τοῦ κουβουκλείου, προστάσσει τοὺς ὀστιαρίους λαβεῖν τὰ βεργία αὐτῶν, καὶ δηριγευόμενος ὑπ' αὐτῶν, ἐξέρχεται εἰς τὸν Λαυσιακόν, κἀκεῖσε δέχεται αὐτὸν ὁ τῆς καταστάσεως μετὰ τῶν σιλεντιαρίων, εἶτα ἐκεῖθεν δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου καὶ τοῦ τῆς καταστάσεως, ἀλλὰ μὴν καὶ τῶν σιλεντιαρίων καὶ τῶν ὀστιαρίων βασταζόντων τὰ βεργία αὐτῶν, ἐξέρχεται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Χρὴ δὲ εἰδέναι ὅτι, τοῦ πραιποσίτου δηριγευομένου διὰ τοῦ Λαυσιακοῦ, ἀνίστανται πάντες· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ὡς ἐκ προσώπου τοῦ βασιλέως διέρχεται, καὶ διὰ τοῦτο φυλάττεται ἡ τάξις καὶ ἡ τιμὴ οὕτως. Οἱ δὲ τοῦ κουβου 2.106 κλείου ἄρχοντες ἵστανται ἐν τῷ αὐτῷ τρικλίνῳ ἔνθεν καὶ ἔνθεν, καὶ ὁ πραιπόσιτος μέσον αὐτῶν. Εἶτα ἔρχονται οἱ δήμαρχοι βαστάζοντες λιβελλάρια, καὶ διερχόμενοι μέσον τοῦ κουβουκλείου, πλησιάζουσι τῷ πραιποσίτῳ, καὶ προσκυνοῦσιν αὐτῷ· καὶ αὐτὸς μικρόν τι προσκυνήσας αὐτοῖς, δέχεται τὰ λιβελλάρια αὐτῶν, κρατοῦσι δὲ οἱ δύο δήμαρχοι ἀνὰ δύο λιβελλαρίων, ἓν μὲν λόγῳ τοῦ βασιλέως, τὸ δὲ ἕτερον λόγῳ τοῦ πραιποσίτου. Καὶ ὑποστρέψας ἀπὸ τῶν ἐκεῖσε ὁ αὐτὸς πραιπόσιτος καὶ δηριγευόμενος ὑπὸ τῶν προειρημένων, εἰσέρχεται ἐν τῷ Τριπέτωνι, κἀκεῖσε μικρὸν ἑστώς, ἐξέρχεται καὶ καθέζονται εἰς τὰς τάξεις αὐτῶν ἅπαντες. Τῶν δὲ μερῶν ἑτοιμασθέντων καὶ τῶν σκευῶν ἐξελθόντων, καὶ ἁπλῶς πάντων τῶν καθυπουργεῖν βουλομένων ἐν τῷ δεξίμῳ, εἰ τύχωσι δὲ καὶ ἀποκρισιάριοι, ἵστανται καὶ αὐτοὶ εἰς τὴν φιάλην. Εἶτα εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ λέγει τῷ πραιποσίτῳ ὅτι πάντα ἡτοίμασται, καὶ ὁ πραιπόσιτος εἰσελθὼν μηνύει τῷ βασιλεῖ, καὶ εἶθ' οὕτως δίδοται μεταστάσιμον. Οἱ δὲ πατρίκιοι καὶ πάντες οἱ βαρβάτοι ἄρχοντες διέρχονται διὰ τοῦ Λαυσιακοῦ καὶ τῶν ἐκεῖσε βαθμίδων, καὶ διὰ τοῦ μονοθύρου τοῦ ὄντος εἰς τὸ Εἰδικὸν εἰσέρχονται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου. Κἀκεῖσε πάντων τῶν προειρημένων στάντων ἐνώπιον τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου καὶ ἐκδεχομένων τὸν βασιλέα, ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου, διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ ἐξέρχεται διὰ τοῦ γανωτοῦ μονοθύρου τοῦ ἡμικυκλίου, καὶ εἰσέρχεται εἰς τὸ Τρίκογχον. Εἶθ' οὕτως προσκαλεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβάλλουσιν αὐτὸν τὴν χλανίδα αὐτοῦ, καὶ παραυτίκα ἐξέρχονται πάντες· ὁ δὲ βασιλεὺς στέφεται παρὰ τοῦ πραιποσίτου, τοῦ κουβουκλείου ἐκεῖσε παρισταμένου. 2.107 Χρὴ εἰδέναι ὅτι ἐνώπιον βαρβάτων ὁ βασιλεὺς οὐδέποτε στέφεται, ἐξ αὐτῆς τῆς ἀρχῆς ταύτης τῆς παραδόσεως φυλαττομένης· ἑστώτων δὲ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε, οἱ σπαθαροκουβικουλάριοι, καὶ οἱ κουβικουλάριοι ἵστανται ὄπισθεν τῶν ἀρχόντων τοῦ κουβουκλείου, οἱ μὲν ἐν τῇ κόγχῃ ἄνωθεν εἰς τὸ βαθμίδιον, οἱ δὲ ἐξ εὐωνύμων, καὶ αὐτοὶ ὁμοίως εἰς τὸ βαθμίδιον. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστιαρίῳ τῷ ἑστῶτι εἰς τὸ βῆλον, καὶ εἰσάγει πατρικίους καὶ στρατηγούς, καὶ εἰσελθόντων