βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν. 110.605
ΒΙΒΛΙΟΝ ςʹ . ̣5 ̣ Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ
ἐγνωρίζοντο, καὶ ∆ημόκριτος ὁ Ἀβδηρίτης, καὶ Σωκράτης ὁ Ἀθηναῖοςἄμφω φιλόσοφοι. Οὗτος δὲ ὁ σφαλήσας τοὺς νόμους τῶν Ἑλλήνων θανατοῦται, κώνιον πιὼν ἐν τῷ δεσμωτηρίῳ.
ϛΖʹ. Βασιλεία ἑτέρου Ἀρταξέρξου. Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ καθεξῆς ἕως ∆αρείου Ἀρσάμου, ὃν ἀνεῖ λεν Ἀλέξανδρος ὁ Μακεδὼν, καὶ τὴν Περσῶν βασι λείαν καταλύσας καὶ πάσης τῆς γῆς κρατήσας, διαι ροῦνται τὴν βασιλείαν οἱ παῖδες ̣54a αὐτοῦ, ὡς καὶ πρόσθεν εἴρηται. ̣2 ̣ Οἱ τοίνυν Περσῶν βασιλεῖς μετὰ Ναβουχο δονόσωρ καὶ τοὺς υἱοὺς αὐτοῦ εἰσιν οἵδε· ∆αρεῖος ὁ Ἀστυάγης, ὁ καὶ Ἀρταξέρξης, 206 ἐβασίλευσεν ἔτη ιζʹ, Κῦρος λβʹ, Καμβύσης ϛʹ, Σμέρδιος ὁ μά γος βʹ, ∆αρεῖος Ὑστάσπου ἔτη μβʹ, Ξέρξης, ὁ υἱὸς αὐτοῦ, ἔτη καʹ, Ἀρτάβανος μῆνας ζʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ μαʹ, Ἀρταξέρξης ὁ Βʹ, ιʹ, Σογδάνης ιγʹ, ∆αρεῖος ὁ Νόθος ἔτη ιθʹ, Ἀρταξέρξης ὁ υἱὸς αὐτοῦ ὁ Μήμνων, ἔτη μʹἐπὶ τούτου κατελύθη ἡ βασι λεία τῶν Ῥωμαίων καὶ διῳκεῖτο ὑπὸ ὑπάτων ἕως ἸουλλίουἈρταξέρξης, ὁ καὶ Ὦχος, ἔτη κζʹ, ἌρσηὬχου ἔτη δʹ, ∆αρεῖος ὁ Ἀρσάμου ἔτη ϛʹ, ὃν Ἀλέξανδρος ἀνελὼν, ὡς ἔφην, καθεῖλε τὴν βασι λείαν Περσῶν, διαρκέσασαν ἔτεσιν σμζʹ. ̣3 ̣ Ἐφ' 110.340 οὗ καὶ Πλάτων καὶ Ἀριστοτέλης οἱ φιλόσοφοι ἤκμα ζον, καὶ Σπεύσιππος, καὶ Ξενοκράτης, καὶ Φιλι στίων (Εὐσέβειος). Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον, τῆς δὲ προτέρας ἀκολουθίας, ὡς ὑπεσχόμεθα, πάλιν ἁψώμεθα. ̣4 ̣ Οἱ οὖν παῖδες καὶ οἱ μεγιστᾶνες Ἀλεξάνδρου τὴν βασιλείαν αὐτοῦ διελόμενοι, τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσε, ὁ Λάγου ὁ πρεσβύτης, καὶ οἱ καθ' ἑξῆς Πτολεμαῖοι δέκα ἕως Κλεοπάτρας, θυ γατρὸς ∆ιονυσίου. ̣5 ̣ Τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτησε, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ἐβασίλευσεν ὁ Νικάνωρ, ὃς πό λεις βʹ κτίσας, εἰς τὰ μέρη Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ, τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ Λαοδικείας. Ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλ κοῦν ἀνδριάντα τοῦ Ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσὸν, ἀφ' οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν. ̣6̣ Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, καὶ ἄλλοι εʹ· εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὑφ' οὗ γέγονεν ἡ βʹ ἅλωσις τῆς Ἱερουσαλήμ· καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύν θη. 207 ̣7 ̣ Περὶ ἧς ἁλώσεως οὕτω πως γέγρα πται· "Καὶ ἐγένετο μετὰ τὸ ὑποτάξαι Ἀλέξαν δρον τὸν Φιλίππου τὸν Μακεδόνα, ∆αρεῖον βασιλέα τῶν Περσῶν καὶ Μήδων, καὶ βασιλεῦσαι ἀντ' αὐτοῦ, καὶ πολλοὺς ποιῆσαι πολέμους, καὶ κρατῆσαι ὀχυ ρώματα μεγάλα, καὶ σφάξαι βασιλεῖς πολλοὺς, το πάρχας τε καὶ στρατηγοὺς, καὶ σατράπας, καὶ τυ ράννους, καὶ φθάσαι ἕως ἄκρων τῆς γῆς, καὶ πλοῦ τον ἄπειρον συλλέξαι, μηδενὸς ἀνθεστηκότος, ὑψώθη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἦρξε χωρῶν, ἐθνῶν καὶ τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. Καὶ μετὰ ταῦτα πεσὼν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ γνοὺς ὅτι ἀποθνήσκει, προσεκαλέσατο τοὺς ἐνδόξους καὶ συν εκτρόφους αὐτοῦ· καὶ διελὼν αὐτοῖς τὴν βασιλείαν ἀπέθανε, βασιλεύσας ἔτη ιβʹ. Καὶ ἐπεκράτησαν οἱ παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. Καὶ περι θέμενοι οἱ παῖδες αὐτοῦ ἕκαστος διαδήματα καὶ βα σιλεύσαντες ἐπλήθυναν τὰ κακὰ, ἀφ' ὧν ̣54b ἐξῆλθε ῥίζα ἁμαρτωλός."
ϛΗʹ. Βασιλεία Ἀντιόχου τοῦ Φιλομήτορος. Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλομήτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ, καὶ πλεονέ κτης, καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας, συνήγαγεν ἀργύριον καὶ χρυσίον, πλῆθος ἀμύθητον· καὶ πρὸς τούτῳ ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλα σίας εἰς τοὺς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο, ᾧ καὶ κατὰ 110.341 πρόσωπον τῆς βασιλείας χωρούσης, κρατῆσαι τῆς Αἰγύπτου προσώρμησεν, ὅπως μίαν βασιλείαν ποιῇ, τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. ̣2 ̣ Καὶ δὴ καταλαβὼν