96
καὶ τελεῖσθαι τοῖς δαίμοσιν· ἀνθ' ὧν, φησὶν, οὐ μὴ πατήσετε οἶνον. Εἰ μὲν ἐπὶ τῶν ἀμπέλων, δῆλον· εἰ δὲ ἐπ' ἀνθρώπων νοητέον, ὡς ἄμα γονεῦσι τὰ τούτων οἰχήσεται τέκνα, μὴ φειδομένου μηδὲ γυναικὸς κυοφορούσης τινός. Ὧπερ ὅμοιον τὸ, "Οὐαὶ ταῖς τικτούσαις, καὶ ταῖς ἐν γαστρὶ ἐχούσαις, ἐν ἐκείναις ταῖς ἡμέραις." ∆ιὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ, ὡς κιθάρα ἠχήσει. Πάσης γάρ σου φησὶν, εὐφροσύνης ἀφηρημένης, ᾠδὴν καὶ μέλος τὰς σὰς ποιήσομαι συμφορὰς, πᾶσι κηρύττων αὐτὰς, ὡς εἰς χέρσον μεταβληθείσης τῆς χώρας. ∆ιὸ καὶ προὔλεγεν αὐτοῖς ἀποκλαύσασθαι. Εἶθ' ὡς ὑπεραλγῶν ἐπὶ τῇ τῶν ψυ 2113 χῶν ἀπωλείᾳ καὶ πλάνῃ (ἐπεὶ καλέσας αὐτοὺς διὰ τοῦ ἀποκλαύσασθαι πρὸς μετάνοιαν, πειθομένους οὐκ ἔσχεν), τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει κλαυθμὸν, εἰπὼν μὲν ἤδη, ∆ιὰ τοῦτο κλαύσομαι. Καὶ νῦν δὲ, φησὶ, τὰ ἐμὰ δάκρυα, καὶ ὁ κλαυθμὸς δι' οὐδὲν ἕτερον, ἢ εἰς τὸ ἐντραπῆναί σε, ἤγουν, ἐντραπήσῃ μάτην καλοῦσα πολλάκις τοὺς μὴ σῶσαι δυναμένους θεούς. Ὡς τεῖχος ᾧ ἐνεκαίνισας. Ἐπὶ γὰρ σεισμῷ τὸ τεῖχος κατέπεσεν, ὡς ἐλέγομεν, ἀνεκαίνισαν αὐτὸ μοχθοῦντες ἀνόνητα. Κλαύσομαι οὖν φησὶ, μετὰ τῶν ἄλλων σου συμφορῶν, καὶ ὃ μάτην ᾠκοδομήσω τεῖχος ὑπὸ τῶν πολεμίων κατενεχθέν. Εἶτά φησι· Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος ἐπὶ Μωὰβ, ὁπότε καὶ ἐλάλησεν. Οἱ δὲ λοιποὶ ἐξέδωκαν, ἐκ τότε καὶ νῦν ἐλάλησεν. ∆ηλοῖ δὲ ἡ Γραφὴ, ὅτι πάλαι μὲν λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. Καὶ πρὸ τοῦ παρόντος γὰρ προφήτου, διὰ Μωσέως ἐῤῥέθη· Οὐκ εἰσελεύσεται Ἀμμανίτης καὶ Μωαβίτης εἰς Ἐκκλησίαν Κυρίου ἕως δεκάτης γενεᾶς· ὁ τοίνυν πάλαι λαλήσας περὶ αὐτῆς, καὶ νῦν τοῦτο ποιεῖ δι' ἐμοῦ. Καὶ νῦν λέγω, Ἐν τρισὶν ἐτῶν μισθωτοῦ. Ὁ δὲ Σύμμαχος ἀντὶ τοῦ μισθωτοῦ, ὡς ἐπὶ μισθωτοῦ, φησίν. Οἱ δὲ τρεῖς τὰ μετὰ ταῦτα διέστειλαν εἰπόντες· Ἀτιμασθήσεται ἡ δόξα Μωάβ. Ὁ γὰρ καὶ σύνδεσμος τῶν ἑξῆς ἑτέραν ἔδειξε τὴν διάνοιαν τῶν πρόσθε, δηλούντων ὡς ἐν τρισὶν ἔτεσιν τὰ περὶ τῆς Μωὰβ ἐλάλησε Κύριος διὰ τοῦ προφήτου, ὡς μισθωτόν τινα τὸν ἄνδρα πρὸς τὴν τῶν ῥημάτων διάνοιαν λαβών. Οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτω καὶ ὁ προφήτης· ἀλλὰ κατὰ μέρος ἐν διαφόρῳ τῷ χρόνῳ μέχρι τρίτον ἔτος ἐπλήρωσεν. Τινὲς δὲ τὸ, ὁπότε ἐλάλησε, δηλοῦν φασι τὸ σπάνιον τῆς τοῦ Θεοῦ πρὸς τοὺς Μωαβίτας γενομένης φωνῆς. Τῷ μὲν γὰρ Ἰσραὴλ συνεχῶς διαλέγεται· τοῖς δὲ ἔθνεσιν ὡς ἀλλοτρίοις σιγᾷ. Πλὴν ὅτι γεύει καὶ τούτους τῆς ἰδίας φιλανθρωπίας, ἵνα διὰ τῆς ἐν ὀλίγοις πείρας, πρὸς τὴν τῶν τελείων ἐπιθυμίαν ὁρμῶσι. Τινὲς δέ φασιν, ὡς ἀνακομίζει πρὸς ἱστορίαν τὸν λόγον, ὅτεπερ αἱ δέκα φυλαὶ τῆς ∆αβὶδ βασιλείας ἀποσπασθεῖσαι τῇ τοῦ ἀποστήσαντος Ἱεροβοὰμ δυσσεβείᾳ παρηκολούθησαν. Ἐφ' οἷς ἀγανακτήσας Θεὸς οἱονεὶ Σαλμανασσὰρ ἐμισθώσατο τὸν Ἀσσύριον, ὃς ἀνάστατον τὴν τούτων ἀπέδειξε χώραν τρισὶν ὅλοις ἔτεσιν ἐνιζήσας αὐτῇ, ὅτε δὴ καὶ τὴν Μωὰβ ἐχειρώσατο. Εἰ τοίνυν λελάληκε καὶ πάλαι Θεὸς, ἀλλὰ καὶ νῦν λέγω, ὅτι ἐν τοῖς τρισὶν ἔτεσιν τῶν ἐτῶν τοῦ μισθωτοῦ Σαλμανασσὰρ ἀτιμασθήσεται ἡ δόξα Μωάβ· τοῦτ' ἔστιν ἡ βασιλεία, ἢ τὰ μεγέθη τῶν πόλεων, καὶ τῶν ἐνοικούντων τὸ πλῆθος, ἣ καὶ δηλοῖ τὴν ἡλικίαν τὴν μάχιμον. 2116 Ἄνωθεν δὲ, νόμοις ἀλληγορίας, ὑβριστὴν Μωὰβ τὸν ἀρχέκακον καὶ ἀποστάτην νοήσωμεν δαίμονα, τῷ τε γὰρ κτίστῃ, καὶ τοῖς ἀνθρώποις ἐνύβρισε, καὶ τοὺς ἀλόντας ὑβριστὰς ἀπεργάζεται, τοὺς λαλοῦντας ἀδικίαν εἰς τὸ ὕψος αἱρετικοὺς, καὶ τοὺς ἐλέγχοντας ἐξ ἀπορίας ὑβρίζοντας. Ὃν καὶ θεραπεύων ὁ Κύριός φησιν, ὡς ἐπὶ νόσου δεινῆς, Τὴν ὑπερηφανίαν ἐξῆρα. Ἀλλὰ καὶ ἡ ὕβρις καὶ ἡ μῆνις αὐτοῦ, φησὶν, ἐστὶ ἰδιόκτητα πάθη. Ὀλολύζει δὲ φησὶν, ἀλγῶν, καὶ τῆς ἰδίας ἀσθενείας ἐπαισθανόμενος. Τεῖχος δὲ ὀστράκινον, τὴν τῶν ἐπὶ σοφίᾳ φυσώντων ἐκάλεσε διαλεκτικὴν, ἑφ' ᾗπερ εὐφραίνονται. Τὸ φθέγξασθαι δὲ αὐτοῖς τοῦτο τεῖχος προσέθηκεν ὀστράκου, δηλονότι σαθρότερα μελέτησιν ταῦτα ποιουμένοις, δέον μελετᾷν ἐν τῷ νόμῳ Κυρίου. Καὶ ὅμως οὐκ ἐντραπήσονται. ∆ιὸ τιμωροῦνται τῇ τῶν πεδίων Ἐσεβὼν