ἀσχέτως ἐπὶ τὸ δρᾶν ἑλέσθαι τὰ πονηρὰ, καὶ ταῖς ἀπειθείαις περιυβρίζειν τρόπον τινὰ, καίτοι καλοῦντα πρὸς σωτηρίαν αὐτὸν, σαφηνιεῖ μὲν λέγων καὶ ὁ μακάριος Παῦλος "Βλέπετε, "ἀδελφοὶ, μὴ παραιτήσησθε τὸν καλοῦντα·" οὐδὲν δὲ ἧττον καὶ διὰ τῶν προκειμένων ἡμῖν ἔσται καταφανές. κατα- λελοιπὼς γὰρ, φησὶ, τὴν ἐνεγκοῦσαν αὐτὸν ὁ παμμόχθηρος Ἐφραῒμ γῆν, ὥσπερ ἰδίαν τὴν Αἰγυπτίων ἐποιήσατο, τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφοράς. γέγονε δὲ καὶ ὑπ' αὐτὸν τὸν Ἀσοὺρ, καὶ ὀθνείοις σκήπτροις ὑπήνεγκε τὸν αὐχένα· κατ- ώλισθε γὰρ εἰς τοῦτο ταλαιπωρίας. κἂν εἴ τις ἔροιτο τὴν αἰτίαν, ἀκούσεται λέγοντος τοῦ πάντα εἰδότος Ὅτι οὐκ 1.232 ἠθέλησεν ἐπιστρέψαι· Θεοῦ γὰρ προθέντος τὴν ἀμνηστίαν καὶ ἀνόπιν ὥσπερ ἰέναι προστάττοντος, "ἐπανήκειν δὲ οὕ- τως εἰς τὸ αὐτῷ δοκοῦν, μεταφοιτῶντα φαυλότητος καὶ τῶν τῆς εἰδωλολατρείας ἀποθρώσκοντα βόθρων, κατημέ- λησε δεινῶς καὶ οὐκ ἠθέλησεν ἐπιστρέψαι· ταύτῃτοι καὶ ἥλω λοιπὸν, καὶ ὑπὸ χεῖρα γέγονε τῶν μεμισηκότων. ἠσθένησε γὰρ ἐν ταῖς πόλεσιν αὐτοῦ ῥομφαία, καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ, τουτέστιν, ἐν οὐδεμιᾷ πόλει τοῦ Ἐφραῒμ ηὕ- ρηταί τις ἀνὴρ, ὁ δεινὸς εἰς μάχην, καὶ ῥομφαίᾳ χρῆσθαι δυνάμενος. παρείθησαν γὰρ, καὶ οἷον ἐλύθησαν τῶν κατέχειν αὐτὴν εἰωθότων αἱ χεῖρες. ἐπειδὴ δὲ πονηρὰ καθ' ἑαυτῶν καὶ πεφρονήκασι καὶ δεδράκασι, τῆς ἑαυτῶν δυσβουλίας ἔδονται τοὺς καρπούς. Πικρὸν οὖν ἄρα τὸ ἀτιμάζειν ἀποτολμᾶν ταῖς ἀπειθείαις τὸν σώζοντα, κἂν εἰ προκέοιτό τισι τὸ διαφυγεῖν δύνασθαι πλημμελείας ἐξ ἡμερότητος τῆς παρὰ Θεοῦ, τὸ ῥᾳθυμεῖν οὐκ ἀζήμιον. κατοικήσομεν γὰρ ἐν Αἰγύπτῳ, τουτέστιν, ἔξοικοί τε καὶ ἀλῆται πάντη τε καὶ πάντως ἐσόμεθα, καὶ οὐχὶ γῆν ἀφέν- τες τὴν αἰσθητὴν, καὶ εἰς ἑτέραν μετανιστάμενοι, ἀλλὰ τὸν τῶν ἁγίων ἀφέντες κλῆρον· ἐσόμεθα δὲ καὶ ὑπὸ τὸν Ἀσοὺρ, τὸν ἄρχοντα δηλονότι τοῦ αἰῶνος τούτου, ὑπ' αὐτῷ τε κεισόμεθα δοῦλοι καὶ αἰχμάλωτοι, καὶ τοῖς αὐτοῦ θελήμασιν ὑποκύπ- τοντες, διά τοι τὸ ἀσθενῆσαι καὶ καταπαῦσαι παρ' ἡμῖν τὴν ῥομφαίαν. οὐ γὰρ ἔστιν, οὐκ ἔστι τοῖς φιλαμαρτήμοσιν ἑλεῖν δύνασθαι "τὴν πανοπλίαν τοῦ Θεοῦ," "καὶ τὴν μάχαιραν "τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ." μάχαιραν δὲ νοήσεις, καὶ τῆς διανοίας ἡμῶν οἱονεὶ τὴν μαχιμωτάτην τε καὶ φιλο- θεωτάτην κίνησιν, ἣν τοῖς πάθεσιν ἀντεξάγοντες, καὶ τοῖς διαβολικοῖς κακουργήμασιν ἀντιτάττοντες, τὴν εὐσεβῆ καὶ ἀμώμητον διάττομεν τρίβον, καὶ τῆς εὐαγγελικῆς πολιτείας ταῖς ἑαυτῶν κεφαλαῖς ἀνάπτομεν τὰ αὐχήματα. 1.233 9Καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ· καὶ ὁ Θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται, καὶ οὐ μὴ ὑψώσῃ αὐτόν.9 ∆υσέκφραστος κομιδῇ τῶν προκειμένων ὁ νοῦς, καὶ τραχεῖα τῶν λέξεων ἡ συνθήκη, καὶ πολλῆς ἂν δέοιτο τῆς σαφηνείας, τοῖς ἐθέλουσι νοεῖν. ἔστι δὲ ὃ βούλεται δηλοῦν ὡς ἐν ὀλίγῳ, τοιοῦτον. ἀπῴχετο, φησὶν, ὁ Ἐφραῒμ εἰς Αἰγυπτίους, γέ- γονε δὲ καὶ ὑπὸ βασιλέα, τὸν Ἀσούρ. εἶτα, ὥσπερ τινὸς πυνθανομένου τε καὶ λέγοντος Ἀνθ' ὅτου καὶ τίνα τρόπον συγκεχώρηται παθεῖν, ἢ πῶς ἀλλοφύλοις δεδούλευκεν ὁ Ἰσραήλ; τίθησιν ἐφεξῆς τὰς ἀπολογίας, καί φησι, πρῶτον μὲν, ὅτι "οὐκ ἠθέλησεν ἐπιστρέψαι·" προκειμένης γὰρ ἡμερότητος, ἥλω, φησὶ, καὶ πρὸς τοῦτο ῥᾴθυμος καὶ ἀπειθής· εἶτα, ὅτι "καὶ ἠσθένησε ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ." οὐ γὰρ ἦν, ὡς ἔφην, ὁ τοῖς Ἀσσυρίοις ἀντανιστάμενος, ἢ καὶ εὐδόκιμος τὰ τακτικὰ, Θεοῦ τὸ μάχιμον παραλύοντος, καὶ δειλίᾳ που τάχα προκατασείοντος καὶ τὸν εὐσθενῆ λίαν ἐν μάχαις. αἰτία δὲ καὶ ἑτέρα τοῦ πεσεῖν αὐτὸν ὑπὸ τὸν Ἀσούρ. ποία δὲ αὕτη; ὁ γὰρ λαὸς, τουτέστιν ὁ Ἐφραῒμ, μονονουχὶ καὶ ἐξεκρέματο αὐτοῦ, τοῦ Ἀσοὺρ δηλονότι, καὶ ἐκ τῆς αὐτοῦ κατοικίας ἀπαίρειν ἠθέλησεν εἰς τὴν Περσῶν τε καὶ Μήδων. καὶ οὐ δήπου φαμὲν, ὅτι τοῦτο παθεῖν αὐτὸς ἂν ἠθέλησεν ὁ Ἐφραῒμ, ἀλλ' ὅσον ἧκεν εἰς τὰ αὐτῷ πεπλημ- μελημένα, μονονουχὶ καὶ ἐζήτησε παθεῖν τὰ οὕτω δεινὰ, εἴπερ ἐξὸν διαδράναι τὴν ὀργὴν μεταφοιτᾶν ᾑρημένῳ πρὸς τὰ ἀμείνω καὶ πρεπωδέστερα, μονονουχὶ καὶ ἐξεκρέματο τοῦ Ἀσοὺρ, καὶ τὴν ἐνεγκοῦσαν